1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

75

πράγμασιν καὶ οὐκ εἰς θεολογίαν συντελοῦντα πρὸς τὸ συσκιάσαι τὴν ἀλήθειαν συλλέγοντες καὶ οὐ τὰ πρέποντα τῷ θείῳ μυστηρίῳ ἀτρεκέως ἐκδεχόμενοι καὶ τῇ ὑποθέσει ἁρμόζοντες καὶ πρὸς τὸ κεφάλαιον τοῦτο ἄδεκτα τοῦ θείου προφέρουσιν ῥήματα, ἄνω καὶ κάτω, ὡς μέγα καὶ ἐναργὲς κεφάλαιον, τὸ ψυχρὸν ἐκεῖνο καὶ ἀπατηλὸν ῥῆμα λέγοντες· ὅτι, μησίν, κατάγεται ἐκ τῶν τοιούτων μαρτυριῶν τὸ ἅγιον πνεῦμα εἰς ἀγγέλου φύσιν, ᾗ καὶ αὐτοὶ φαίνονται χρηματίσαντες. καὶ οὕτως τὰς ὀρθὰς τῶν γραφῶν ἐννοίας ἐξ ἀτόπων ἰδίων λόγων εἰς περιπετείας ἐξέλκουσιν. γέγραπται γάρ, φησίν, ἐν ταῖς ἀποστολικαῖς πράξεσιν· «Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεόν, μαρ τυρούμενός τε ὑπὸ παντὸς ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγ γέλου ἁγίου, μεταμέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥή ματα παρὰ σοῦ.» ὑμεῖς μὲν οὖν, εἰ ἐσιωπήσατε καὶ ἀπερράψατε συκοφαντίας τὰ στόματα, ἐπράττετε ἂν πολλῷ λυσιτελέστερον. ἡμεῖς δὲ ἐπὶ τὸν τελειότερον σκοπὸν ἀναπέμποντες καὶ τὸ κεφάλαιον τοῦτο καὶ εὐθυμίαν τοῖς ἐντευξομένοις παρέχοντες καὶ πλείονα τὸν ὀρθόδοξον ζῆλον ἐμβάλλοντες φαμέν, ὅτι ὡς οὐδεμία κοινωνία φύσεως κτίσματι πρὸς τὴν ἄκτιστον φύσιν ἐστίν, οὕτως οὐδὲ χρηματισμοῦ. ὁ μὲν γὰρ ἀγγέλλει, ὁ δ' ἂν οὐκ εἰδὼς ὑπὸ τοῦ ἁγίου πνεύματος εἰπεῖν ἐνεργηθείη, καὶ ἐντεῦθεν αὐτῷ ἄγγελος τοὔνομα· τὸ δὲ ἅγιον πνεῦμα ἅτε πάντα εἰδὸς τὰ τοῦ θεοῦ, ὡς διαβεβαιοῦται ὁ Παῦλος, χρηματίζει θεϊκῶς, ὡς ὁ πατήρ, ἅπερ ἂν τοῖς τῆς θεότητος ἀκοιμήτοις ὄμμασιν ὁρᾷ βουλόμενον καὶ τὸν πατέρα καὶ τὸν υἱὸν καὶ οὐ διακονικῶς, καθάπερ ὁ δορυφόρος ἄγγελος. «ὁ γὰρ δοῦλος οὐκ οἶδεν, τί ποιεῖ ὁ κύριος αὐτοῦ», οὐδέ γε ὁ ἑτεροούσιος τὴν αὐτὴν τῷ ἑτέρας ὄντι οὐσίας κεκτῆσθαι δύναται γνῶσιν· φύσει γὰρ ἑκάστῃ ἡ ἀνήκουσα γνῶσις καὶ μνήμη συμπαρομαρτεῖ· ἀλλὰ καὶ τὸ γνωσθὲν τῇ γενητῇ φύσει ἔσθ' ὅτε τῷ χρόνῳ ἀφίπταται. ὅθεν κἀνταῦθα τὴν ἀρχὴν τοῦ χωρίου ἑκόντες ἐν τῇ διαμάχῃ τοῦ λόγου παραλελοίπασιν οἱ ἀγνώμονες. ἔχει γάρ· «τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ῥήματος εἶπεν αὐτῷ τὲ ἅγιον πνεῦμα· ἰδοὺ ἄνδρες τρεῖς ζητοῦσίν σε. ἀλλὰ ἀναστὰς πορεύθητι σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· διότι ἐγὼ ἀπέσταλκα αὐτούς. καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· ἰδοὺ ἐγώ, ὃν ζητεῖτε· τίς ἡ αἰτία δι' ἣν πάρεστε; οἱ δὲ εἶπαν· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος», καὶ τὰ ἑξῆς, ὡς πρόκειται. ὥστε παρὰ κριταῖς ἀγαθοῖς κἀνταῦθα παρὰ τοῦ ἁγίου πνεύματος φαίνεται τὸν χρησμὸν ὁ ἄγγελος μαθών. θεότητος γὰρ ἔκκριτον γνώρισμα τὸ προλέγειν ἀσφάλτως· καὶ τοῦτο ἐπ' ἀγαθῷ τῶν ἀκουόντων, ἵν' ἀσφαλισάμενοι σωθῶσιν. εἶτα οὐ νομίζετε τοιαῦτα εἰσηγούμενοι βασκαίνειν μέν πως τῇ κτίσει, μέμφεσθαι δὲ οἷον τῷ δι' ἀφθονίαν ταῖς περὶ αὐτοῦ εἰρημέναις λέξεσιν κοσμήσαντι τὰ ἑαυτοῦ ποιήματα; ὡς ἑπομένης πάντως τῷ τοιούτῳ πράγματι καὶ τῆς αὐτοῦ χάριτος. ἐκ γὰρ καὶ τούτου ὕβρισεν μὲν ἑαυτὸν οὐδαμῶς, μᾶλλον δὲ καὶ ἐπαινετὸν ἔδειξεν, τὰ δὲ ἔργα αὐτοῦ συνήθως ἐφαίδρυνεν. ἡμεῖς δέ, εἰ καὶ σεμνότητά τινα θείαν τῇ πάσῃ ὑποθέσει φέρει τὸ χρηματίζειν τὸ ἅγιον πνεῦμα, καὶ ἀρκεῖ καθ' ἑαυτὸ παραλαμβανόμενον εἰς μαρτυρίαν, ὅμως οὐ μόνον αὐτό, ἀλλὰ γὰρ καὶ πλῆθος ἄλλο ὑψηλῶν καὶ ἀναμφισβητήτων ἀποδείξεων παρηγάγομεν· οἷς εἰ προσέχετε ἀντιπαθείας ἄνευ, ἀφωνότεροι πάντως ἔσεσθε τῶν ἰχθύων. διελέγχει τοίνυν τὴν πιθανουργίαν ὑμῶν σαφέστατα καὶ ὁ Παῦλος, Ἐφεσίοις γράψας· «ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι· ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκ κλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ.» κατανοεῖτε οὖν, πόσον ἐξῄρηται ἡ ἀγγέλων φύσις τοῦ ἀφ' ἑαυτῆς εἰδέναι τι τῶν ἐσομένων καὶ τοῦ χρηματίζειν· ὅτι καὶ διὰ τῆς ἐν τῷδε τῷ κόσμῳ ἐκκλησίας τοῦ