1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

1

In epistulam ad Philippenses (homiliae 115)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ

ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.

62.177 ΥΠΟΘΕΣΙΣ. αʹ. Οἱ Φιλιππήσιοι ἀπὸ πόλεώς εἰσι τῆς Μακεδονίας Φιλίππων, οὕτω καλουμένης ἀπὸ τοῦ οἰκιστοῦ πόλεως κολωνίας, καθὼς ὁ Λουκᾶς φησιν· Ἐνταῦθα ἡ πορφυρόπωλις ἐπέστρεψεν, εὐλαβὴς γυνὴ σφόδρα, καὶ προσεκτική· ἐνταῦθα ὁ ἀρχισυνάγωγος ἐπίστευσεν· ἐνταῦθα ἐμαστίχθη ὁ Παῦλος μετὰ τοῦ Σίλα· ἐνταῦθα οἱ στρατηγοὶ ἠξίωσαν αὐτοὺς ἐξελθεῖν, καὶ ἐφοβήθησαν αὐτούς· καὶ λαμπρὰν ἔσχε τὸ κήρυγμα τὴν ἀρχήν. Μαρτυρεῖ δὲ αὐτοῖς καὶ αὐτὸς πολλὰ καὶ μεγάλα, στέφανον αὐτοῦ καλῶν αὐτοὺς, καὶ πολλὰ πεπονθέναι λέγων· Ὑμῖν γὰρ ἐχαρίσθη, φησὶν, ἀπὸ Θεοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὅτε δὲ ἔγραφε πρὸς 62.178 αὐτοὺς, συνέβη αὐτὸν δεδέσθαι. ∆ιὰ τοῦτό φησιν, Ὥστε τοὺς δεσμούς μου φανεροὺς, ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ· πραιτώριον τὰ βασίλεια τοῦ Νέρωνος καλῶν. Ἀλλ' ἐδέθη καὶ ἀφείθη, καὶ τοῦτο πρὸς Τιμόθεον ἐδήλωσε, λέγων· Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· ἀλλ' ὁ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με. Τὰ οὖν δεσμὰ, ἐν οἷς ἦν πρὸ τῆς ἀπολογίας ἐκείνης δείκνυσιν ὄντα. Ὅτι γὰρ οὐ παρῆν Τιμόθεος τότε, δῆλον· Ἐν γὰρ τῇ πρώτῃ μου, φησὶν, ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο. Καὶ τοῦτο, οὕτω γράφων, ἐδήλου. Οὐκ ἂν οὖν, εἰ ᾔδει τοῦτο, ἔγραψεν αὐτῷ. Ὅτε δὲ τὴν Ἐπιστολὴν ἔγραφε ταύτην μετ' αὐ 62.179 τοῦ Τιμόθεος ἦν· καὶ δηλοῖ ἐξ ὧν φησιν· Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν· καὶ πάλιν, Τοῦτον μὲν ἐλπίζω εὐθέως πέμψαι ὑμῖν, ὅταν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξ αὐτῆς. Ἀφείθη γὰρ ἀπὸ τῶν δεσμῶν, καὶ πάλιν ἐδέθη μετὰ τὸ πρὸς αὐτοὺς ἐλθεῖν. Ὃ δὲ λέγει, Ὅτι καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ, καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν· οὐχ ὡς ἤδη τούτου γενομένου· ἀλλ', ὅτι Καὶ ὅταν τοῦτο συμβῇ, χαίρω, φησὶ, διανιστῶν αὐτοὺς ἀπὸ τῆς ἀθυμίας τῆς ἐπὶ τοῖς δεσμοῖς· ὅτι γὰρ οὐκ ἔμελλε τότε ἀποθανεῖσθαι, δῆλον ἐξ ὧν φησιν, ὅτι Ἐλπίζω δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς· καὶ πάλιν, Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μένω, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν. Ἦσαν δὲ πέμψαντες πρὸς αὐτὸν οἱ Φιλιππήσιοι τὸν Ἐπαφρόδιτον, χρήματα ἀποίσοντα αὐτῷ, καὶ εἰσόμενον τὰ κατ' αὐτόν· διέκειντο γὰρ σφόδρα περὶ αὐτὸν ἀγαπητικῶς. Ὅτι γὰρ ἔπεμψαν, ἄκουε αὐτοῦ λέγοντος· Ἀπέχω πάντα, καὶ περισσεύω, πεπλήρωμαι, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν. Ἐν ταυτῷ γοῦν ἔπεμψαν καὶ παρακαλέσοντες, καὶ εἰσόμενοι. Ὅτι γὰρ καὶ ἔπεμψαν εἰσόμενοι τὰ κατ' αὐτὸν, δηλοῖ εὐθέως ἐν τῇ ἀρχῇ τῆς Ἐπιστολῆς κατ' αὐτὸν γράφων, καὶ λέγων· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθε· καὶ πάλιν, Ἐλπίζω Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. Τὸ, Ἵνα κἀγὼ, δηλοῦντός ἐστιν, ὅτι Ὥσπερ ὑμεῖς ὑπὲρ πολλῆς πληροφορίας ἐπέμψατε εἰσόμενοι τὰ κατ' ἐμὲ, οὕτω καὶ ἐγὼ, Ἵνα εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. Ἐπεὶ οὖν καὶ πολὺν χρόνον ἦσαν μὴ πέμψαντες, ἀλλὰ τότε (τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· Ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν)· καὶ τότε ἤκουον