1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

21

δεῖ· ἂν δὲ τοῦτο μὴ ἔχωμεν, καὶ τὴν βασιλείαν αὐτὴν ἐὰν ἔχωμεν, πάντων ἐσμὲν πενέστεροι. Οὐδὲν ἴσον τοῦ φοβουμένου τὸν Κύριον· Ὁ φόβος γὰρ, φησὶ, τοῦ Κυρίου πάντα ὑπερέβαλε. Τοῦτον κτησώμεθα, ὑπὲρ τούτου πάντα πράττωμεν· κἂν τὴν ψυχὴν ἀποδόσθαι δέῃ, μὴ φεισώμεθα, κἂν τὸ σῶμα κατακόψαι· πάντα πράττωμεν, ἵνα τοῦ φόβου τούτου ἐπιτύχωμεν. Οὕτω γὰρ ἐσόμεθα πάντων εὐπορώτε 62.205 ροι, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ 62.206 ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ∆ʹ. Καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀνα λῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλ λον κρεῖσσον. Τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι' ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν, εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πί στεως· ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν

ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. αʹ. Οὐδὲν τῆς Παύλου ψυχῆς μακαριώτερον, ἐπειδὴ μηδὲ γενναιότερον. Ἀλλὰ νῦν τὸ ἐναντίον εὔκαιρον εἰπεῖν περὶ πάντων· οὐδὲν ἡμῶν ἀσθενέστερον, οὐδὲ ταλαιπωρότερον. ∆ιὰ τοῦτο πάντες πεφρίκαμεν τὸν θάνατον, οἱ μὲν διὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος, ὧν καὶ αὐτὸς εἷς εἰμι, οἱ δὲ διὰ τὴν φιλοψυχίαν καὶ ταλαιπωρίαν, ὧν μήποτε γενοίμην ἐγώ· ψυχικοὶ γὰρ οἱ τοῦτον δεδοικότες τὸν φόβον. Τοῦτο τοίνυν, ὃ πάντες πεφρίκαμεν, ἐκεῖνος ηὔχετο, καὶ πρὸς ἐκεῖνον ἠπείγετο, Τὸ ἀναλῦσαι, λέγων, πολλῷ μᾶλλον κρεῖσσον, καὶ τί αἱρήσομαι, οὐκ οἶδα. Τί λέγεις; μέλλων ἐντεῦθεν πρὸς τὸν οὐρανὸν μεθίστασθαι, καὶ μετὰ Χριστοῦ εἶναι, οὐ γνωρίζεις τί αἱρήσῃ; Ἀλλὰ πόῤῥω τῆς Παύλου ταῦτα ψυχῆς. Τίνι γὰρ εἴ τις εἶπε τοῦτο καὶ διεβεβαιώσατο, οὐκ ἂν εὐθέως ἥρπασε; Ναὶ, φησίν· ἀλλ' ὥσπερ οὐκ ἔστιν ἡμῶν τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· οὕτως οὐδὲ τὸ, παρὸν τούτου τυχεῖν, μεῖναι ἐνταῦθα ἡμῶν· ἀλλ' ἀμφότερα Παύλου καὶ τῆς ἐκείνου ψυχῆς. Τί λέγεις; οἶδας καὶ πέπεισαι, ὅτι μετὰ Χριστοῦ μέλλεις εἶναι, καὶ ἀμφιβάλλεις λέγων, Οὐκ οἶδα τί αἱρήσομαι; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐνταῦθα αἱρῇ, τὸ ἐπιμεῖναι λέγω τῇ σαρκί; Τί ποτε τοῦτό ἐστιν; Οὐχὶ κατάπικρον ἔζης βίον; ἐν ἀγρυπνίαις, ἐν ναυαγίοις, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι, ἐν μερίμναις, ἐν φροντίσι; μετὰ τῶν ἀσθενούντων ἠσθένεις, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦ. Ἐν ὑπομονῇ πολλῇ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν νηστείαις, ἐν ἁγνότητι· πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν ψευδαδέλφοις. Οὐχὶ, ὅτε τὸ Γαλατῶν ἅπαν ἔθνος ἐπὶ τὴν τοῦ νόμου παρατήρησιν ἐπανῆλθεν, ἐβόας λέγων, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε; πόσα τότε οὐκ ἐπένθησας, καὶ ἔτι μᾶλλον τοῦτον ποθεῖς τὸν ἐπίκηρον βίον; Εἰ γὰρ μηδέν σοι τούτων συμβεβήκει, ἀλλὰ πάντα, ἅπερ κατωρθώκεις, κατώρθωσας μετὰ ἀδείας, μετὰ τρυφῆς, οὐκ ἐχρῆν τὸ ἄδηλον τοῦ μέλλοντος δεδοικότα πρός τινα λιμένα σπεύδειν; Τίς ἔμπορος, εἰπέ μοι, θησαυρῶν μυρίων πλήρη τὴν ὁλκάδα ἔχων, παρὸν εἰς λιμένα καταδραμεῖν καὶ ἀναπαύε 62.206 σθαι, ἕλοιτο θαλαττεύειν ἔτι; τίς ἀγωνιστὴς, παρὸν