1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

68

ἐδυνήθη· τὸ δὲ πῶς ἐδυνήθη, οὐκέτι ἔστι παραστῆσαι· ἀπὸ γὰρ πίστεως ἡ κοινωνία τῶν παθημάτων. Πῶς; Εἰ γὰρ μὴ ἐπιστεύομεν, οὐδ' ἂν ἐπάθομεν· εἰ μὴ ἐπιστεύομεν, ὅτι συνυπομένοντες συμβασιλεύσομεν, οὐδ' ἂν ἐπάθομεν τὰ παθήματα. Ἄρα πίστει καὶ ἡ γέννησις καὶ ἡ ἀνάστασις καταλαμβάνεται. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς δεῖ τὴν πίστιν εἶναι, ἀλλὰ δι' ἔργων; Οὗτος γὰρ μάλιστα πιστεύει, ὅτι ἀνέστη Χριστὸς, ὁ παραβόλως ἑαυτὸν τοῖς κινδύνοις ἐκδιδοὺς, ὁ κοινωνῶν αὐτῷ ἐν τοῖς παθήμασι· τῷ γὰρ ἀναστάντι κοινωνεῖ, τῷ ζῶντι. ∆ιὰ τοῦτο ἔλεγε· Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν. -Συμμορφούμενος, φησὶ, τῷ θανάτῳ αὐτοῦ· τουτέστι, κοινωνῶν. Καθάπερ γὰρ ἐκεῖνος ὑπὸ τῶν ἀνθρώπων ἔπαθεν, οὕτω κἀγώ· διὰ τοῦτο εἶπε, Συμμορφούμενος· καὶ ἀλλαχοῦ πάλιν· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Τουτέστιν, οἱ διωγμοὶ καὶ τὰ παθήματα ταῦτα, τὴν εἰκόνα δημιουργοῦσιν ἐκείνην τοῦ θανάτου. Οὐ γὰρ τὸ ἑαυτοῦ ἐζήτει, ἀλλὰ τὸ τῶν πολλῶν. Ὥστε καὶ οἱ διωγμοὶ καὶ αἱ θλίψεις καὶ αἱ στενοχωρίαι οὐ μόνον ὑμᾶς οὐκ ὀφείλουσι θορυβεῖν, ἀλλὰ καὶ εὐφραίνειν, ὅτι διὰ τούτων συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ· ὡς ἂν εἰ ἔλεγεν, Ἐξεικονιζόμεθα· ὃ καὶ ἀλλαχοῦ λέγει γράφων, Τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες. Καὶ τοῦτο δὲ ἀπὸ πίστεως πολλῆς γίνεται. Οὐ γὰρ, ὅτι ἀνέστη μόνον, πιστεύομεν, ἀλλ' ὅτι καὶ μετὰ ἀνάστασιν πολλὴν ἔχει τὴν ἰσχύν. ∆ιὰ τοῦτο τὴν αὐτὴν ὁδὸν ὁδεύομεν, ἥνπερ ὥδευσε, τουτέστιν, ἀδελφοὶ γινόμεθα αὐτῷ καὶ κατὰ τοῦτο· ὡς ἂν εἰ ἔλεγε· Χριστοὶ γινόμεθα κατὰ τοῦτο. Βαβαὶ, πόσον τῶν παθῶν τὸ ἀξίωμα! πιστεύομεν ὅτι συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ διὰ τῶν παθημάτων. Ὥσπερ γὰρ ἐν τῷ βαπτίσματι Συνετάφημεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, οὕτως ἐνταῦθα τῷ θανάτῳ συμμορφούμεθα αὐτοῦ. Ἐκεῖ εἰκότως εἶπε, Τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ· οὐ γὰρ ὅλον τὸν θάνατον ἀπεθάνομεν· οὐ γὰρ σώματι ἐν σαρκὶ ἀπεθάνομεν, ἀλλ' ἁμαρτίᾳ. Ἐπεὶ οὖν θάνατος καὶ θάνατος λέγεται, ἀλλ' ἐκεῖνος μὲν ἀπέθανε σώματι, ἡμεῖς δὲ ἁμαρτίᾳ, καὶ 62.267 ἐκεῖ ὁ ἄνθρωπος ἀπέθανεν, ὃν ἀνέλαβεν αὐτὸς, ὁ ἐν σώματι ἡμῶν, ὧδε ὁ ἄνθρωπος τῆς ἁμαρτίας· διὰ τοῦτο ἐκεῖ μέν φησι, Τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἐνταῦθα δὲ οὐκέτι ὁμοιώματι θανάτου, ἀλλ', αὐτῷ τῷ θανάτῳ. γʹ. Παῦλος γὰρ οὐκέτι ἁμαρτίᾳ ἀπέθανεν ἐν τοῖς διωγμοῖς, ἀλλ' αὐτῷ τῷ σώματι· ὥστε τὸν αὐτὸν ὑπέμεινε θάνατον. Εἴ πως καταντήσω, φησὶν, εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. Τί λέγεις; καὶ μὴν πάντες αὐτῆς τυγχάνουσι· Πάντες μὲν γὰρ οὐ κοιμηθησόμεθα, φησὶ, πάντες δὲ ἀλλαγησόμεθα· καὶ οὐκ ἀναστάσεως μόνης, ἀλλὰ καὶ ἀφθαρσίας πάντες, οἱ μὲν εἰς τιμὴν, οἱ δὲ εἰς ἐφόδιον κολάσεως. Εἰ τοίνυν πάντες τῆς ἀναστάσεως τυγχάνουσι, καὶ οὐ τῆς ἀναστάσεως μόνης, ἀλλὰ καὶ ἀφθαρσίας, πῶς ὡς μέλλων ἐξαιρέτου τινὸς τυγχάνειν ἔλεγες, Εἴ πως καταντήσω; ∆ιὰ τοῦτο ταῦτα πάσχω, φησὶν, Εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν· εἰ γὰρ μὴ ἀπέθανες, οὐκ ἀνίστασο. Τί οὖν ἐστι; ∆οκεῖ μέγα τι ἐνταῦθα αἰνίττεσθαι· οὕτω γὰρ μέγα ἦν, ὅτι οὐδὲ ἐθάῤῥησεν ἀποφήνασθαι, ἀλλά φησιν ἁπλῶς, Εἴ πως. Ἐπίστευσα εἰς αὐτὸν καὶ τὴν αὐτοῦ ἀνάστασιν, ἀλλὰ καὶ πάσχω δι' αὐτὸν, ἀλλ' οὔπω δύναμαι θαῤῥῆσαι περὶ τῆς ἀναστάσεως. Ποίαν ἐνταῦθα ἀνάστασίν φησι; Τὴν πρὸς αὐτὸν ἄγουσαν τὸν Χριστόν. Εἶπον ὅτι ἐπίστευσα αὐτῷ καὶ τῇ τῆς ἀναστάσεως αὐτοῦ δυνάμει, καὶ ὅτι κοινωνός εἰμι τῶν παθημάτων αὐτοῦ, καὶ ὅτι συμμορφοῦμαι τῷ θανάτῳ αὐτοῦ· ἀλλ' ὅμως μετὰ ταῦτα