1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

46

ἀφήσωμεν, ἀλλ' ἀναστήσωμεν αὐτὸν ἐκεῖθεν, οὐ δι' αὐτὸν (αὐτὸς μὲν γὰρ ἄξιος τοιαῦτα παθεῖν), ἀλλ' ἵνα ἡ τοῦ Θεοῦ φιλανθρωπία καὶ ἡ εἰς ἡμᾶς δειχθῇ τιμή. Ἔστι γὰρ, ἔστιν ἐν οἷς οὐδὲν ἡμῖν κοινωνεῖ τὰ ἄλογα. Ποῖα δὴ ταῦτα; Εὐσέβεια, καὶ ὁ κατ' ἀρετὴν βίος. Ἐνταῦθα οὐκ ἔχεις πόρνους εἰπεῖν, οὐδὲ μαλακοὺς, οὐδὲ ἀνδροφόνους· ἀπεσχίσμεθα γὰρ αὐτῶν. Τί δὴ τοῦτό ἐστι; Τὸν Θεὸν ἴσμεν, τὴν πρόνοιαν ἐπιγινώσκομεν τὴν αὐτοῦ, περὶ ἀθανασίας φιλοσοφοῦμεν· παραχωρείτω ἐνταῦθα τὰ ἄλογα. Οὐκ ἀμφισβητήσει περὶ τούτων σωφρονοῦμεν· ἐνταῦθα οὐδὲν τὰ ἄλογα κοινὸν ἔχει. Πάντων γὰρ αὐτῶν λει 62.238 πόμενοι, κρατοῦμεν αὐτῶν. Ἐν τούτῳ γὰρ μείζων ἡ ἀρχὴ, ὅτι λειπόμενοι αὐτῶν, βασιλεύομεν αὐτῶν· ἵνα μάθῃς, ὅτι οὐ σὺ τούτων αἴτιος, ἀλλ' ὁ ποιήσας σε Θεὸς, καὶ λόγον χαρισάμενος. ∆ίκτυα, θήρατρα αὐτοῖς τίθεμεν, καὶ ἐμβάλλομεν αὐτὰ, καὶ χειρούμεθα. Σωφροσύνη παρ' ἡμῖν, ἐπιείκεια, πραότης, χρημάτων ὑπεροψία. Ἀλλ' ἐπειδὴ σὺ τῶν ἀπονενοημένων τις ὢν οὐδὲν τούτων ἔχεις, εἰκότως ἢ τῶν ἀνθρώπων μεῖζον φρονεῖς, ἢ καὶ τῶν ἀλόγων ταπεινότερον. Τοιαύτη γὰρ ἡ ἀπόνοια καὶ ἡ θρασύτης· ἢ ἐπαίρεται πέρα τοῦ δέοντος, ἢ ταπεινοῦται πάλιν ὁμοίως, οὐδαμοῦ τὴν συμμετρίαν φυλάττουσα. Ἀγγέλων ἐσμὲν ἴσοι κατὰ τοῦτο· βασιλεία ἡμῖν ἐπήγγελται, ἡ μετὰ Χριστοῦ χορεία. Ἄνθρωπος μαστίζεται, καὶ οὐχ ὑποπίπτει· ἄνθρωπος θανάτου καταφρονεῖ, οὐ τρέμει, οὐ δέδοικεν, οὐκ ἐφίεται τοῦ πλείονος. Ὥστε ὅσοι μὴ τοιοῦτοί εἰσι, τῶν ἀλόγων εἰσὶ χείρους. Ὅταν γὰρ ἐν μὲν τοῖς σωματικοῖς πλεονεκτῇ[ς], τὰ δὲ ψυχικὰ πλεονεκτήματα μὴ ἔχῃς, πῶς οὐχὶ τῶν ἀλόγων εἶ χείρων; Ἄγε γὰρ εἰς μέσον τινὰ τῶν ἐν κακίᾳ ἀλογωτέρων, τῶν ἐν τρυφῇ ζώντων καὶ πλεονεξίᾳ· ὁ ἵππος αὐτοῦ πολεμικώτερος, ὁ ὗς ἰσχυρότερος, ὁ λαγωὸς ταχύτερος, ὁ ταὼς ὡραιότερος, ὁ κύκνος εὐφωνότερος, ὁ ἐλέφας μείζων, ὁ ἀετὸς ὀξυδερκέστερος, πάντες ὄρνιθες πλουσιώτεροι. Πόθεν οὖν ἄξιος εἶ κρατεῖν τῶν ἀλόγων; ἀπὸ τοῦ λόγου; Ἀλλ' οὐκ ἔστιν. Ὅταν γὰρ μὴ εἰς δέον αὐτῷ κέχρησαι, πάλιν ἐκείνων χείρων εἶ· ὅταν γὰρ λόγον ἔχων ἀλογώτερος ἐκείνων ᾖς, κρεῖττον ἦν εἰ μηδὲ τὴν ἀρχὴν ἐγένου λογικός. Οὐ γάρ ἐστιν ἴσον, λαβόντα ἀρχὴν προδοῦναι, καὶ παρὰ καιρὸν μὴ λαβεῖν. Ὁ βασιλεύων καὶ τῶν δορυφόρων χείρων ὢν, κρεῖττον ἦν εἰ μηδὲ τὴν ἁλουργίδα περιέκειτο. Οὕτω δὴ καὶ ἐνταῦθα. Εἰδότες οὖν, ὅτι καὶ τῶν ἀλόγων χείρους ἐσμὲν τῆς ἀρετῆς χωρὶς, ταύτην ἀσκῶμεν, ἵνα ἄνθρωποι γενώμεθα, μᾶλλον δὲ ἄγγελοι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ηʹ. Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκού σατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατ εργάζεσθε. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ δια λογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε, ὡς φω στῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα

ἐμοὶ εἰς ἡμέραν Χριστοῦ. αʹ. Τὰς παραινέσεις μετὰ ἐγκωμίων δεῖ ποιεῖσθαι· 62.238 οὕτω γὰρ καὶ εὐπαράδεκτοι γίνονται, ὅταν πρὸς τὸν οἰκεῖον ζῆλον καλῶμεν τοὺς παραινουμένους·