1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

54

Οὐκ ἔχω γὰρ, φησὶν, ἰσόψυχον· τὸν δὲ Ἐπαφρόδιτον διὰ τὴν ἀσθένειαν. Εἶτα δεικνὺς, ὅτι μακρὰ αὕτη γέγονε, καὶ πολὺν χρόνον ἀνάλωσε, φησί· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου. Ὁρᾷς ὅσην ποιεῖται Παῦλος σπουδὴν ὑπὲρ τοῦ πάσης ῥᾳθυμίας καὶ ὀλιγωρίας πρόφασιν ἐκκόψαι ἐκ τῆς τῶν μαθητῶν διανοίας, καὶ μὴ ὑποπτευθῆναι, ὅτι καταφρονῶν αὐτῶν οὐκ ἦλθεν; Οὐδὲν γὰρ οὕτω τὸν μαθητὴν ἐπαγαγέσθαι δυνήσεται, ὡς τὸ πεπεῖσθαι, καὶ ὅτι φροντίζει αὐτοῦ ὁ προεστὼς, καὶ ὅτι ἀδημονεῖ ὑπὲρ αὐτοῦ, ὅπερ ὑπερβαλλούσης ἀγάπης ἐστίν. Ἠκούσατε, φησὶν, ὅτι ἠσθένησε· καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου. Καὶ ὅτι οὐ προφασίζομαι, ἀκούσατε· Ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε. Τί λέγεις, ὦ αἱρετικέ; Ἐνταῦθα ἔλεόν φησι τοῦ Θεοῦ εἶναι τὸ τὸν μέλλοντα ἀπιέναι κατέχειν καὶ ὑποστρέψαι πάλιν. Καὶ μὴν εἰ πονηρὸν ὁ κόσμος, οὐκ ἔλεος οὗτός ἐστι τὸ ἐν τῷ πονηρῷ ἀφιέναι. Ἀλλὰ πρὸς μὲν τὸν αἱρετικὸν εὔκολον εἰπεῖν, πρὸς δὲ τὸν Χριστιανὸν τί ἐροῦμεν; Καὶ γὰρ ὁ αὐτὸς ἀμφισβητήσει ἴσως, καὶ ἐρεῖ· Εἰ τὸ ἀναλῦσαι σὺν Χριστῷ πολλῷ μᾶλλον κρεῖσσον, τίνος ἕνεκέν φησιν αὐτὸν ἐλεεῖσθαι; Ἐγὼ δὲ μᾶλλον ἐρήσομαι· Τίνος ἕνεκεν ὁ αὐτός φησιν ἀναγκαιότερον εἶναι τὸ ἐπιμεῖναι δι' ὑμᾶς; Ὥσπερ γὰρ αὐτῷ ἀναγκαῖον ἦν ἐκεῖνο, οὕτω καὶ τούτῳ μετὰ πλείονος πλούτου καὶ μείζονος παῤῥησίας μέλλοντι πρὸς τὸν Θεὸν ἀπιέναι. Ἐκεῖνο μὲν γὰρ κἂν μὴ νῦν ἐγένετο, ὕστερον ἔμελλε· τὸ δὲ κερδᾶναι ψυχὰς οὐκ ἔνι λοιπὸν ἀπελθόντας ἐκεῖ. Τὰ πολλὰ καὶ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ἀκουόντων ὁ Παῦλος φθέγγεται, καὶ οὐ πανταχοῦ φιλοσοφεῖ· πρὸς γὰρ ἀνθρώπους κοσμικοὺς ὁ λόγος ἦν αὐτῷ, δεδοικότας ἔτι τὸν θάνατον. Εἶτα δείκνυσιν ἐν ὅσῳ λόγῳ ἐστὶν αὐτῷ ὁ Ἐπαφρόδιτος, καὶ ἀπὸ τούτου αἰδέσιμον αὐτὸν ποιῶν, εἴ γε τὴν ἐκείνου σωτηρίαν οὕτω χρησίμην ἑαυτῷ φησιν εἶναι, ὡς ἠλεῆσθαι καὶ αὐτὸν δι' ἐκείνου. Ἄλλως δὲ, καὶ χωρὶς τούτου καλὸν ἡ παροῦσα ζωή· ἐπεὶ εἰ μὴ καλὸν, διὰ τί ἐν τάξει τιμωρίας τίθησι τοὺς ἀώρους θανάτους; ὡς ὅταν λέγῃ, ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ἡ μὲν γὰρ μέλλουσα ζωὴ οὐχὶ πονηροῦ κρείττων, ἐπεὶ οὐκ ἀγαθὴ, ἀλλὰ καλοῦ κρείττων. Ἵνα μὴ λύπην, φησὶν, ἐπὶ λύπῃ σχῶ, τὴν ἀπὸ τῆς τελευτῆς ἐπὶ τῇ διὰ τὴν ἀῤῥωστίαν γενομένῃ αὐτῷ. ∆ιὰ τού 62.249 των δείκνυσιν, ὅσου τιμᾶται τὸν Ἐπαφρόδιτον. Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν. Τί ἐστι, Σπουδαιοτέρως; Τουτέστιν, Ἀνυπερθέτως, χωρὶς μελλήσεως, μετὰ πολλοῦ τοῦ τάχους, κελεύσας πάντα ὑπερθέμενον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα τῆς ἀδημονίας ἀπαλλαγῇ. Οὐ γὰρ οὕτω τοὺς ποθουμένους ἀκούοντες ἐν ὑγείᾳ ὄντας χαίρομεν, ὡς ὅταν ἴδωμεν, καὶ μάλιστα, ὅταν παρ' ἐλπίδας ἐκβῇ τὸ πρᾶγμα· ὅπερ ἐπὶ Ἐπαφροδίτου τότε γέγονε. Σπουδαιοτέρως οὖν, φησὶν, ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Πῶς ἀλυπότερος; Ὅτι ἐὰν ὑμεῖς χαίρητε, κἀγὼ χαίρω, καὶ οὗτος χαίρει ἐπὶ τοιαύτῃ ἡδονῇ, καὶ ἐγὼ ἀλυπότερος ἔσομαι. Καὶ οὐκ εἶπεν, Ἄλυπος, ἀλλ', Ἀλυπότερος, δεικνὺς ὅτι οὐδέποτε ἡ ψυχὴ αὐτοῦ ἦν λύπης ἐκτός. Ὁ γὰρ λέγων, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; πότε λύπης ἐκτὸς ἦν; Ὡσεὶ ἔλεγε· Ταύτην ἀποτίθεμαι τὴν ἀθυμίαν. Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς. Ἐν Κυρίῳ, ὅ ἐστι, πνευματικῶς. Τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς· μᾶλλον δὲ τὸ, Ἐν Κυρίῳ, τοῦτό ἐστι, τοῦ Θεοῦ θέλοντος. Ἀξίως τῶν ἁγίων ὑποδέξασθε, καὶ ὥσπερ τοὺς ἁγίους ὑποδέχεσθαι προσῆκε, Μετὰ πάσης, φησὶ, χαρᾶς. γʹ. Ταῦτα πάντα ποιεῖ ὑπὲρ αὐτῶν ἐκείνων, οὐχ ὑπὲρ τῶν πεμπομένων. Μεῖζον γὰρ τὸ κέρδος τῷ ποιοῦντι, ἢ τῷ πάσχοντι εὖ. Καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε. Τουτέστι, Προσδέχεσθε αὐτὸν ἀξίως τῶν ἁγίων. Ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι