1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

16

ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ' ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς, εἴτε διὰ

θανάτου. αʹ. Τὴν μεγάλην καὶ φιλόσοφον ψυχὴν οὐδὲν τῶν ἐν τῷ παρόντι βίῳ λυπηρῶν δύναται δακεῖν, οὐκ ἔχθραι, οὐ κατηγορίαι, οὐ διαβολαὶ, οὐ κίνδυνοι, οὐκ ἐπιβουλαί. Ὥσπερ γὰρ εἰς μεγάλην τινὰ ἀκρώρειαν καταφυγοῦσα, ἄληπτος πᾶσίν ἐστι τοῖς κάτωθεν ἀνιοῦσιν ἀπὸ τῆς γῆς. Τοιαύτη ἦν ἡ τοῦ Παύλου ψυχὴ, πάσης ἀκρωρείας ὑψηλότερον τόπον τὸν τῆς φιλοσοφίας καταλαβοῦσα τῆς πνευματικῆς, τῆς ὄντως φιλοσοφίας. Τὰ γὰρ τῶν ἔξωθεν, ῥήματα μόνον ἐστὶ καὶ παίδων ἀθύρματα. Ἀλλ' οὐ περὶ τούτων λόγος νῦν, τὰ δὲ Παύλου φθεγγόμεθα τέως. Ὁ μακάριος ἐκεῖνος καὶ τὸν βασιλέα ἔχων πολεμοῦντα αὐτῷ, πρὸς τούτῳ εἶχε καὶ ἑτέρους ἐχθροὺς διαφόρως αὐτὸν λυποῦντας, καὶ μετὰ πικρᾶς διαβολῆς· καὶ τί φησιν; Οὐ μόνον οὐκ ἀλγῶ τούτοις οὐδὲ καταπίπτω, ἀλλὰ 62.198 καὶ χαίρω καὶ χαρήσομαι· οὐ πρὸς καιρὸν, φησὶν, ἀλλ' ἀεὶ ὑπὲρ τούτων χαρήσομαι. Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν τὴν μέλλουσαν. Πῶς γὰρ οὐκ ἀποβήσεται, ὅταν καὶ ἡ ἔχθρα μου τὸ κήρυγμα ὠφελῇ καὶ ὁ πρὸς ἐμὲ ζῆλος; ∆ιὰ τῆς ὑμῶν δεήσεως, φησὶ, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου. Ὅρα τὴν ταπεινοφροσύνην τοῦ μακαρίου τούτου· ἐν τοῖς ἄθλοις ἦν ἀγωνιζόμενος, μυρία κατωρθώκει, πρὸς αὐτῷ τῷ στεφάνῳ λοιπὸν ἔκειτο· Παῦλος γὰρ ἦν· τί γὰρ ἄν τις εἴποι πλέον; καὶ Φιλιππησίοις γράφει, ὅτι ∆ιὰ τῆς ὑμῶν δεήσεως δύναμαι σωθῆναι, ὁ ἀπὸ μυρίων κατορθωμάτων κεκτημένος τὴν σωτηρίαν. Καὶ ἐπιχορηγίας, φησὶ, τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. Τί ἐστιν, Ἐπιχορηγίας; Ἂν διὰ τῶν ὑμετέρων εὐχῶν, φησὶ, καταξιωθῶ τῆς χάριτος. Τὸ γὰρ, Ἐπιχορηγίας, τοῦτό ἐστιν, ἂν ἐπιχορηγηθῇ, ἂν πλέον ἐπιδοθῇ μοι πνεῦμα· Εἰς σωτηρίαν, τουτέστι, τὴν ἀπαλλαγὴν, καὶ τὸν παρόντα διαφεύξομαι, ὡς τὸν πρῶτον κίνδυνον. Περὶ τούτου γάρ φησιν· Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο· μὴ αὐτοῖς λογισθείη· ἀλλ' ὁ Κύριός μοι παρέστη, καὶ ἐνεδυ 62.199 νάμωσέ με. Τοῦτο γοῦν καὶ νῦν ἤδη προφητεύει, ∆ιὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, λέγων, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου. Οὕτω γὰρ, φησὶν, ἐλπίζω. Ἵνα γὰρ πάλιν ἡμεῖς μὴ τὸ ὅλον ταῖς ἐκείνων ἐπιτρέπωμεν εὐχαῖς, αὐτοὶ μηδὲν εἰσφέροντες, ὅρα πῶς τίθησι τὸ αὑτοῦ, τὴν ἐλπίδα, τὴν πάντων αἰτίαν τῶν ἀγαθῶν, καθάπερ ὁ προφήτης φησί· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σοί· καθάπερ καὶ ἑτέρωθί φησιν, Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε· τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; καὶ πάλιν ὁ μακάριος οὗτός φησιν, Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Κατὰ τὴν ἀποκαραδοκίαν, φησὶ, καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι. Αὕτη ἡ τοῦ Παύλου ἐλπὶς, τὸ ἐλπίζειν, ὅτι Οὐδαμοῦ αἰσχυνθήσομαι. Ὁρᾷς ὅσον ἐστὶν ἐλπίζειν ἐπὶ τὸν Θεόν; Κἂν ὁτιοῦν γένηται, φησὶν, οὐκ αἰσχυνθήσομαι· τουτέστιν, οὐ περιέσονται οὗτοι. Ἀλλ' ἐν πάσῃ παῤῥησίᾳ, καθὼς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου. Προσεδόκων ἐκεῖνοι διὰ τῆς παγίδος ταύτης δῆθεν ἑλεῖν μὲν τὸν Παῦλον, σβέννυσθαι δὲ τὸ κήρυγμα, ὡς τοῦ δόλου τοῦ αὐτῶν ἰσχύοντος. Τοῦτο οὖν φησιν, ὅτι Οὐκ ἔσται τοῦτο, οὐ νῦν ἀποθανοῦμαι· Ἀλλ' ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου. Πῶς; Πολλάκις εἰς κινδύνους ἐνέπεσον, ἐν οἷς πάντες ἡμᾶς ἀπηγόρευσαν, μᾶλλον δὲ καὶ ἡμεῖς ἑαυτούς· Ἐν ἑαυτοῖς γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ' ἐκ πάντων ἡμᾶς ἐῤῥύσατο ὁ Κύριος. Οὕτω καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου. Ἵνα δὲ μή τις νομίσῃ καὶ εἴπῃ, Ἂν σὺ ἀποθάνῃς, οὐ μεγαλυνθήσεται; Ναὶ, φησὶν, οἶδα·