1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

29

σποδός; Μέγα φρονεῖς, ἄνθρωπε; διὰ τί; τί τὸ κέρδος, εἰπέ μοι; πόθεν δὲ καὶ μέγα φρονεῖς κατὰ τῶν ὁμοφύλων; οὐχὶ τῆς αὐτῆς μετέχεις φύσεως; οὐχὶ τῆς αὐτῆς ψυχῆς; οὐχ ὁμοίως τετίμησαι παρὰ τοῦ Θεοῦ; Ἀλλὰ σοφὸς εἶ; Οὐκοῦν εὐχαριστεῖν, οὐ φυσᾶσθαι ὀφείλεις. Πρώτη ἀχαριστία, ἀπόνοια· ἀφαιρεῖται γὰρ τῆς εὐεργεσίας τὸ δῶρον. Ὁ γὰρ ἐπαιρόμενος, ὡς αὐτὸς κατορθώσας ἐπαίρεται· ὁ δὲ νομίζων κατωρθωκέναι, ἀχάριστός ἐστι περὶ τὸν δεδωκότα τὴν τιμήν. Ἔνεστί σοί τι ἀγαθόν; Εὐχαρίστει τῷ δεδωκότι. Ἄκουσον τί φησιν ὁ Ἰωσὴφ, τί δὲ ὁ ∆ανιήλ. Τοῦ γὰρ βασιλέως Αἰγύπτου μεταπεμψαμένου αὐτὸν ἀπὸ τοῦ δεσμωτηρίου, καὶ ἐπὶ πάσης τῆς στρατιᾶς πυνθανομένου ἐπὶ πράγματι, ἐφ' ᾧ πάντες παρεχώρησαν Αἰγύπτιοι οἱ περὶ ταῦτα μάλιστα δεινοὶ, μέλλων αὐτὸς κατὰ πᾶν ὑπεραίρειν, καὶ σοφώτερος φανήσεσθαι τῶν ἀστρολόγων, τῶν μάντεων, τῶν γοήτων, τῶν μάγων, πάντων τῶν φιλοσόφων τῶν τότε, ἀπὸ τῆς αἰχμαλωσίας καὶ δουλείας, παιδίον ὢν (καὶ γὰρ τότε μείζων ἡ δόξα· οὐ γάρ ἐστιν ἴσον φαινόμενον λάμπειν, καὶ παρὰ προσδοκίαν· ὥστε καὶ τὸ παρ' ἐλπίδας ἐποίει αὐτὸν θαυμαστότερον)· τί οὖν οὗτος παρελθὼν εἶπε τῷ Φαραώ; ὅτι Ναὶ, οἶδα; Οὐχ οὕτως· ἀλλὰ τί; Οὐδενὸς αὐτὸν ἐλέγχοντος, ἀπὸ πολλῆς τῆς εὐγνωμοσύνης τί φησιν; Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Ὅρα· τὸν ∆εσπότην εὐθέως ἐδόξασε· διὰ τοῦτο καὶ αὐτὸς ἐδοξάσθη. Οὐ μικρὸν δὲ τοῦτο εἰς δόξης λόγον· τοῦ γὰρ αὐτὸν κατωρθωκέναι τὸ τὸν Θεὸν ἀποκαλύψαι μεῖζον πολλῷ. Ἄλλως δὲ καὶ τὰ λεγόμενα ἐντεῦθεν ἀξιόπιστα ἔδειξε, καὶ τοῦτο τῆς οἰκειώσεως τοῦ Θεοῦ τεκμήριον μέγιστον. Οὐδὲν γὰρ οὕτως ἀγαθὸν, ὡς τὸ οἰκειοῦσθαι τῷ Θεῷ. Εἰ γὰρ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, φησὶν, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Εἰ γὰρ ὁ χάριτος ἀξιωθεὶς καυχᾶται ἐπὶ τῷ Θεῷ, ὅτι ἀγαπᾶται, ἐπειδὴ συνεχωρήθη αὐτῷ, καὶ ἔχει καύ 62.216 χημα ὁ ἐργαζόμενος, ἀλλ' οὐ πρὸς τὸν Θεὸν, ὡς ἐκεῖνος· τῆς γὰρ πολλῆς ἀσθενείας τεκμήριον τοῦτο τῆς ἡμετέρας· ὁ καὶ σοφίαν λαβὼν παρὰ τοῦ Θεοῦ, πόσῳ μᾶλλον ἂν εἴη θαυμαστός; Ἐδόξασε τὸν Θεὸν, καὶ ἐδοξάσθη ὑπ' αὐτοῦ· Τοὺς δοξάζοντάς με γὰρ, φησὶ, δοξάσω. Πάλιν ὁ ἀπόγονος ὁ τούτου, οὗ σοφώτερος οὐδεὶς (Μὴ γὰρ σοφώτερος εἶ, φησὶ, σὺ τοῦ ∆ανιήλ;), οὗτος δὴ ὁ ∆ανιὴλ τῶν ἐν Βαβυλῶνι πάντων σοφῶν, καὶ αὐτῶν πάλιν ἀστρολόγων, μάντεων, μάγων, γοήτων, πάσης φιλοσοφίας. οὐ μόνον ἐλεγχομένης, ἀλλὰ καὶ ἀναιρουμένης (τὸ γὰρ ἀναιρεῖσθαι τεκμήριον ἦν τοῦ καὶ πρότερον αὐτοὺς ἠπατηκέναι), παρελθὼν καὶ μέλλων ἐπιλύεσθαι τὸ ἐρώτημα, οὐδὲ αὐτὸς καλλωπίζεται, ἀλλὰ πρότερον ἀνατίθησι τῷ Θεῷ τὸ πᾶν, καί φησιν· Ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας ἀνθρώπους ἀπεκαλύφθη, ὦ βασιλεῦ. Καὶ προσεκύνησεν αὐτῷ ὁ βασιλεὺς, καὶ εἶπε μαναὰ σπεῖσαι. Ὁρᾷς ταπεινοφροσύνην; ὁρᾷς εὐγνωμοσύνην; ὁρᾷς ἄτυφον ἦθος; Ἄκουε καὶ τῶν ἀποστόλων λεγόντων, ποτὲ μὲν, Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; ποτὲ δὲ πάλιν, Ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Εἰ δὲ ἐκεῖνοι δεδομένας τιμὰς οὕτως ἀπεκρούοντο, ἄνθρωποι μείζονα τοῦ Χριστοῦ διὰ τὴν τοῦ Χριστοῦ ταπεινοφροσύνην ἐργαζόμενοι, καὶ διὰ τὴν αὐτοῦ δύναμιν (Ὁ γὰρ πιστεύων ἐμοὶ, φησὶ, μείζονα ποιήσει ὧν ἐγὼ ποιῶ)· πῶς οὐκ ἄθλιοι καὶ ταλαίπωροι, οἱ μηδὲ κώνωπας σοβῆσαι δυνάμενοι, μήτι γε δαίμονας; οἱ μηδὲ ἕνα ἄνθρωπον ὠφελῆσαι ἰσχύοντες, μήτι γε τὴν οἰκουμένην ἅπασαν, καὶ τοσοῦτον φρονοῦντες, ὅσον οὐδὲ αὐτὸς ὁ διάβολος; γʹ. Οὐδὲν οὕτω ψυχῆς ἀλλότριον Χριστιανῆς, ὡς ἀπόνοια· ἀπόνοιαν λέγω, οὐ παῤῥησίαν οὐδὲ ἀνδρείαν· ἐκεῖνα γὰρ οἰκεῖα. Ἕτερον γάρ τι τοῦτό ἐστι, καὶ ἕτερον ἐκεῖνο· ὥστε ἕτερον μὲν ταπεινοφροσύνη, ἕτερον δὲ ἀνελευθερία καὶ κολακεία καὶ