1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

1

Commentarius in Apocalypsin

̔Ερμηνεία τῆς ἀποκαλύψεως τοῦ θεσπεσίου καὶ εὐαγγελιστοῦ καὶ θεολόγου Ἰωάννου ἡ συγγραφεῖσα παρὰ Οἰκουμενίον.

Λόγος πρῶτοσ καὶ θεολόγου Ἰωάννου ἡ συγγραφεῖσα παρὰ Οἰκουμενίον. Λόγος πρῶτοσ Πάσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος ἔφη που λόγιον ἱερόν. ἐν πνεύματι γὰρ ἐσοφίσθησαν ἅπαντες οἱ κηρύξαντες ἡμῖν τὸν σωτήριον λόγον, προφῆταί τε καὶ ἀπόστολοι καὶ εὐαγγελισταί. ὁ δέ γε θεσπέσιος Ἰωάννης πάντων κηρύκων ἁγιώτερος καὶ παντὸς πνευματικοῦ πνευματικώτερος, ὡς ἐπὶ τὸ στῆθος ἀναπεσὼν τοῦ Κυρίου, καὶ διὰ τῶν φιλημάτων ἀρυσάμενος δαψιλεστέραν τοῦ Πνεύματος χάριν· ὅθεν καὶ υἱὸς ἐπεκλήθη βροντῆς. κατεκτύπησεν γὰρ †τὴν† ὑπ' οὐρανὸν ταῖς θείαις αὐτοῦ διδασκαλίαις. τὴν δέ γε παροῦσαν αὐτοῦ πραγματείαν ὅσῳ καὶ περὶ μυστηρίων ἰσχνῶν καὶ ἀποξεσμένων, ἔχει μυστικωτάτην δικαίως ὡς ἄν τις λογίσαιτο. οὐ γὰρ περὶ παρόντων ἡμῖν μόνον διαλέγεται, ἀλλὰ καὶ περὶ παρεληλυθότων καὶ μελλόντων πραγμάτων. τοῦτο γὰρ ἴδιον ἐντελοῦς προφητείας περὶ τῶν τριῶν διαλαμβάνειν καιρῶν· καὶ γὰρ καὶ οἱ ἔξωθεν εἰσφέρουσιν τοὺς μάντεις τοὺς παρ' αὐτοῖς εἰδότας τά τ' ἐόντα, τά τ' ἐσσόμενα, πρό τ' ἐόντα ἐν περινοίᾳ τῶν παρ' ἡμῖν, ὡς οἶμαι, προφητῶν γεγενημένοι. οὐ γὰρ οἱ παρ' αὐτοῖς χρησμολόγοι τὴν ἁπάντων γνῶσιν ἔσχον ποτέ, ἐπεὶ μηδὲ οἱ ἐνεργοῦντες ἐν αὐτοῖς δαίμονες ἐπηνάγκασαν τὸν τὰ πνευματικὰ διερμηνεύειν ἐπιχειροῦντα, 30 πνευματικόν τε εἶναι καὶ τὰ θεῖα σοφόν, ἐπεὶ καὶ πνευματικοῖς πνευματικὰ συγκρίνειν κατὰ τὸν θεῖον ἀπόστολον. ἐγὼ δὲ τοσοῦτον πόρρω καθέστηκα πνεύματος ἐνεργείας, ὅσῳ καὶ τὴς θείας καὶ ἀνωτάτω σοφίας· διὸ προπετῆ μᾶλλον ἢ ἀσφαλῆ πεποίημαι τὴν ἐγχείρησιν· εἰς γὰρ κακότεχνον ψυχήν, οὐκ εἰσελεύσεται σοφία, οὐδὲ οἰκεῖ ἐν σώματι κατάχρεως ἁμαρτίαις, ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ. γυμνασίαν οὖν τινα προειλόμην τὸ ἑαυτοῦ ἀπερίσκεπτον ἐν αὐτῇ διελέγχων. οὐκ ἠγνόηται δέ, ὥς τινες περὶ τοῦ παρόντος συγγράμματος ἐπειράσθησαν εἰπεῖν, ὅτι νόθον τέ ἐστι καὶ ἀσύντακτον ταῖς λοιπαῖς τοῦ Ἰωάννου συγγραφαῖς. ἐγὼ δὲ ἐξ αὐτῶν τῶν εἰρημένων ψυχωφελῶν τυγχανόντων καὶ οὐδὲν ἐχόντων ὅτι μὴ θεῖον καὶ τοῦ συγγραφέως ἐπάξιον, τὸ γνήσιον αὐτῷ μαρτυρῶ καὶ ἐξ ὧν ἔγκριτοι πατέρες ἐδέξαντό τε αὐτὸ καὶ ἐκύρωσαν, Ἀθανάσιος μὲν ὁ πάμμεγας ἐν τῇ ἐκθέσει τῶν κανονιζομένων βιβλίων τῆς παλαιᾶς τε καὶ νέας, Βασίλειος δὲ ὁ θεσπέσιος, ἐν τῇ Περὶ Υἱοῦ συντόμῳ ζητήσει, Γρηγόριος δὲ ὁ θεολόγος, ἐν τῷ εἰς τὴν τῶν Ἐπισκόπων Παρουσίαν λόγῳ, Μεθόδιος δὲ ὁ σοφώτατος, ἐν τῷ Περὶ Ἀναστάσεως λόγῳ, Κύριλλος δὲ ὁ μέγας ἔργῳ καὶ λόγῳ ἐν βιβλίῳ ἕκτῳ τῆς Ἐν Πνεύματι καὶ Ἀληθείᾳ Πραγματείας· πρὸς τούτοις καὶ Ἱππόλιτος ὁ θεσπέσιος ἐν τῇ Ἑρμηνείᾳ τοῦ ∆ανιήλ. οὐ γὰρ ἂν μνήμης παρὰ τοῖς οὕτως ἀκριβέσι τετύχηκε πατράσιν, εἴ τι ὅλως ἦν ἐν αὐτῷ νόθον καὶ ἀπόβλητον. ἦν δὲ καὶ ἄλλους παραθέσθαι τῶν ἁγίων κυροῦντας τὸ σύγγραμμα, εἰ μὴ τὸ μέτριον ἐγίνωσκον τοῖς εὖ φρονοῦσι σπουδαζόμενον. εἰ γὰρ τὸ ἔντριτον σπαρτίον οὐ ταχέως ἀπορραγήσεται κατὰ τὸν ἐκκλησιαστὴν, σχολῇ γ' ἂν ἀπορραγείη τὸ ἑξάπλοκον· τι οὖν ἡμῖν διὰ τῆς ἀποκαλύψεως ὁ ἱερὸς τοῦ Χριστοῦ μαθη 31 τής, καὶ τὴν θείαν αὐχῶν ἀγάπην διαλέγεται; ἰστέον γὰρ ἐπ' αὐτὰ λοιπὸν τὰ θεσπέσια λόγια, τὰς αὐτοῦ πρεσβείας εἰς βοήθειαν καλεσάσας· ἀποκάλυψις Ἰησοῦ Χριστοῦ· ἣν ἔδωκεν αὐτῷ ὁ Θεός, δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει· καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ· καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ ὅσα εἶδεν. ἐν προοιμίοις καλὸν ἐπισημήνασθαι, ὅτι ἐν