1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

70

ἐδείκνυ μονονουχὶ πεφυρμένον τῷ τιμίῳ αὐτοῦ αἵματι. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. ὁρᾶς πῶς ἐν τοῖς ἄνω φυγοῦσα τὸ κύριον ὄνομα, ἡ ὀπτασία νῦν προσηγορικὸν ἀντ' αὐτοῦ τέθεικεν, ὁ Λόγος εἰποῦσα τοῦ Θεοῦ; καὶ τὰ στρατεύματα ἠκολούθη αὐτῷ ἐν ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν· ἀρχιστράτηγος γὰρ τῶν οὐρανίων δυνάμεών ἐστί τε καὶ ἑαυτὸν οὕτω κέκληκεν ὁ Κύριος, Ἰησοῦ τοῦ Ναυῒ χρηματίζων. ἐγώ φησιν 209 ἀρχιστράτηγος δυνάμεως Κυρίου νῦν παραγέγονα. λευκοὶ δὲ καὶ τοῖς ἁγίοις ἀγγέλοις οἱ ἵπποι· καὶ γὰρ καὶ αὐτοὶ τοῖς καθαροῖς τῶν ἀνθρώπων ἐφήδονται ἐπεὶ καὶ καθαροὶ τὴν φύσιν εἰσὶ καὶ πάσης κηλίδος ἀμιγεῖς. καὶ δείκνυσι τοῦτο τὸ ἐκ βύσσου περίβλημα τῆς λευκῆς καὶ καθαρᾶς. καὶ ἐκ τοῦ στόματος αὐτοῦ, τοῦ ἀρχιστρατήγου δηλονότι, ῥομφαία ἐκπορεύεται. ὁ μὲν οὖν θεῖος προφήτης ἐπὶ τῷ μηρῷ τοῦ Κυρίου δίδωσι τὴν ῥομφαίαν ἐν τῇ μικρῷ πρόσθεν παρατεθείσῃ χρήσει· ἡ δὲ ὀπτασία ἀκριβέστερον ὑπογράφουσα ἐν τῷ στόματι παρέχει. δι' οὗ σημαίνεται ὅτι τῷ λόγῳ τοῦ Θεοῦ πάντα οὐσιοῦται καὶ ὁ τοῦτον παραβαίνων κατά τι οὐκ ἀτιμώρητος ἔσται ἵνα ἐν αὐτῷ πατάξῃ τὰ ἔθνη. ἔθνη ποῖα; τὰ συστρατευόμενα τῷ ἀντιχρίστῳ κατὰ τῶν τοῦ Χριστοῦ δούλων καὶ ὑπ' αὐτὸν τεταγμένα. καὶ αὐτός φησι ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ἤθελε μὲν γὰρ ὁ Κύριος, ὡς αὐτοαγαθότης ὢν καὶ ἐλεημοσύνη, ῥάβδῳ ποιμαντικῇ καὶ παρακλητικῇ ποιμᾶναι ταῦτα τὰ ἔθνη περὶ ὧν ὁ λόγος, ἄγειν τε αὐτὰ εἰς τόπον χλόης καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρέφειν. ἀλλ' ἐπεὶ μὴ βεβούληνται τοῦτο, σιδηρᾷ ῥάβδῳ ποιμανθήσονται, τουτέστιν αὐστηρᾷ καὶ θανατηφόρῳ. οὓς γὰρ λόγος οὐ μεταρρυθμίζει, τούτους τιμωρία πάντως ἐκδέχεται. καὶ ὅτι τὴν αὐστηρὰν καὶ τιμωρητικὴν δηλοῖ ἡ ῥάβδος ἡ σιδηρᾶ, τὴν Ῥωμαίων ἀρχὴν ὑποσημᾶναι θέλων ὁ προφήτης περὶ ἧς ὁ ∆ανιήλ φησιν ἀνάστηθι, φάγε κρέα πολλά, ἔφη πρὸς τὸν Θεὸν ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. ἀλλ' ὅτε μὲν ἦν καιρὸς εὔκαιρος δι' ἐκείνης ἐποίμανεν ὁ Θεός· ἐν δὲ τῷ καιρῷ τῷ ἐσχάτῳ διὰ ταύτης. καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ 210 οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος. ὁ Κύριος ἐν Εὐαγγελίοις ἔφη περὶ τοῦ οἰκείου πατρὸς ὁ πατὴρ κρίνει οὐδένα· τὴν δὲ κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ. ὀρθότατα οὖν εἴρηται τῇ ἀποκαλύψει ὅτι αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ· αὐτὸς γὰρ διὰ τῆς κρίσεως καὶ ἀνταποδόσεως τῶν πονηρῶν τὸ πατρικὸν ἐκπληροῖ θέλημα καὶ τῆς δικαίας ὀργῆς τοῦ Πατρὸς γίνεται πληρωτής. καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον αὐτοῦ καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ Κύριος κυρίων. ἱμάτιον μὲν ἡ σὰρξ τοῦ Κυρίου τροπολογεῖται ἡ νοερῶς ἐμψυχωμένη κατὰ τοὺς λέγοντας ἁγίους ἀγγέλους παρὰ τῷ Ἡσαΐᾳ· διὰ τί σου ἐρυθρᾶ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; πλήρης καταπεπατημένης. ὁ δέ γε μηρὸς τὴν σαρκικὴν γέννησιν διασημαίνει· γέγραπται γὰρ ἐν τῇ Γενέσει πᾶσαι δὲ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, αἱ ἐξελθοῦσαι ἐκ τῶν μηρῶν αὐτοῦ. τοῦτο οὖν δηλοῖ τὸ αἴνιγμα τὸ ἐν ἱματίῳ καὶ τῷ μηρῷ γεγράφθαι βασιλέα πάντων τὸν Ἐμμανουήλ. ὅτι καὶ σαρκὶ καθ' ὑπόστασιν ἑνωθεὶς ὁ Λόγος καὶ σαρκικὴν ὑπομείνας τὴν ἐκ παρθένου γέννησιν, οὐδὲν ἧττον Βασιλεὺς καὶ Κύριος πάντων καθέστηκε τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς, οὐκ ἐλαττωθεὶς τῆς ἀξίας διὰ τὴν ἐνανθρώπησιν· ἦν γὰρ καὶ οὕτω Θεὸς καὶ ἔστι καὶ ἔσται. καὶ εἶδον ἄλλον ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξε φωνῇ μεγάλῃ, λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ, ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων 211 ἐπ' αὐτῶν, καὶ σάρκας πάντων, ἐλευθέρων τε καὶ δούλων, μι κρῶν τε καὶ μεγάλων. καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι πό λεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ τοῦ στρατεύ ματος αὐτοῦ. καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετ' αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς