1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

26

ἁγίων αἵμασιν ἡ θεογνωσία ᾠκοδομήθη. καὶ ἔκραζον φωνῇ μεγάλῃ φησὶν λέγοντες· ἕως πότε ὁ δεσπότης, ὁ ἅγιος, ὁ ἀληθινὸς οὐ κρίνεις καὶ ἐκδίκεις τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; οὐ κατὰ τῶν ἀνθρώπων, ἀλλὰ 92 κατὰ τῶν δαιμόνων τῶν τοῖς γηΐνοις ἐμφιλοχωρούντων τὴν ἔντευξιν ἐποιοῦντο· οὐ γὰρ ἦν τῆς τῶν ἁγίων ἀγάπης κατὰ τῶν ὁμογενῶν ἐξανίστασθαι, κατὰ δὲ τῶν ἐναγόντων τοὺς ἀνθρώπους εἰς τὴν κατ' αὐτῶν ἀναίρεσιν. ταῦτα εἰπόντες λαμβάνουσι πρῶτον στολὰς λευκάς. τὸ δὲ ἦν αἴνιγμα τοῦ κεκαθάρθαι αὐτοὺς τῷ οἰκείῳ αἵματι, καὶ πάντα ἀποτεθεῖσθαι ῥύπον. ἔπειτα ἀκούουσιν ἀναπαύσασθε ἔτι μικρὸν χρόνον ἕως πληρώσουσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν, οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί. οὐ γὰρ ἦν δίκαιον τοὺς ὁμοίους κατὰ τὴν ἀνδρείαν ἐκείνοις ἐμποδισθῆναι τῶν τοῦ μαρτυρίου στεφάνων ἀναιρεθέντων πρὸ καιροῦ τῶν διαγυμναζόντων αὐτοὺς δαιμόνων. καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο εἰς αἷμα, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλουσα τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἐλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστάνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις· πέσετε ἐφ' ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται στῆναι; ἡ ἕκτη τῆς σφραγῖδος λύσις, τελεωτάτην ἡμῶν τὴν σωτηρίαν εἰργάσατο· τὸν θάνατον κατέλυσε· τὴν ζωὴν 93 ἐπανήγαγεν· τὸν νικητὴν τῶν ἀνθρώπων ἀπεστεφάνωσεν, ἐν παρρησίᾳ θριαμβεύουσα κατὰ τὸ γεγραμμένον· ἀνέβη γὰρ εἰς ὕψος ὁ μονογενής· ἠχμαλώτευσεν αἰχμαλωσίαν· ἔλαβε δόματα ἐν ἀνθρώποις. τίς δὲ ἡ ἕκτη τῆς σφραγῖδος λύσις; ὁ σταυρὸς τοῦ Κυρίου καὶ ὁ θάνατος, οἷς ἠκολούθησεν ἡ εὐκταία πάσῃ νοητῇ τε καὶ αἰσθητῇ κτίσει ἀνάστασις καὶ ἀνάληψις, ἐγκαινίζουσα ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, τὴν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ἐπάνοδον διὰ τοῦ καταπετάσματος τῆς σαρκὸς αὐτοῦ· ἅπερ οὐ μόνον τοὺς ζῶντας, ἀλλὰ καὶ τοὺς προαπελθόντας εὐεργέτησε. πορευθεὶς γὰρ ὁ Κύριος καὶ τοῖς ἐν ἅδου ἐκήρυξεν ἀπειθήσασί ποτε κατὰ τὸν θεῖον ἀπόστολον Πέτρον, καὶ ἔσωσε κἀκεῖ τοῦς πιστεύοντας, ὡς καὶ τῷ Κυρίλλῳ δοκεῖ. ὧν γεγενημένων, σεισμὸς μέγας ἐγένετό φησιν, καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο εἰς αἷμα, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλουσα τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ μεγάλου ἀνέμου σειομένη. σαφῶς τὰ ἐπὶ τοῦ σταυροῦ γεγενημένα σημεῖα ἡ ὀπτασία ἡμῖν διαγράφει, τὸν σεισμὸν καὶ τὸν κλόνον τῆς γῆς, τὸ τοῦ ἡλίου σκότος, καὶ τῆς σελήνης ὅλης τὴν εἰς αἷμα μεταποίησιν. πάνυ δέ γε ἀκριβῶς προσέθηκεν ἐπὶ τῆς σελήνης τὸ ὅλη· πλησιφαὴς γὰρ καὶ οὐ διχόμηνις ὑπάρχουσα σχεδὸν ἐν τῇ τοῦ σταυροῦ ἡμέρᾳ δι' ὅλης αὐτῆς τὸ πάθος ἐδέξατο· ἔθος γὰρ τῷ πεφωτισμένῳ μέρει τὰ τοιαῦτα συμβαίνειν κατὰ τὰς σεληνιακὰς ἐκλείψεις. ταῦτα δὲ καὶ ὁ προφήτης Ἰωὴλ ἔσεσθαι προανεφώνησεν, ὁ ἥλιος λέγων μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. τὸ δὲ πεσεῖν ἐκ τοῦ οὐρανοῦ ἀστέ 94 ρας τυχὸν μέν, καὶ αἰσθητῶς ἐγένετο· εἰ δὲ μή, ἀλλὰ τὸ σέλας τὸ οὐράνιον παύσασθαι, καὶ τὸ ἅπαν σκοτισθῆναι ὁ λόγος αἰνίττεται. καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον εἰλισσόμενον. διὰ τοῦ οὐρανοῦ τὰς οὐρανίους λέγει τῶν ἀγγέλων δυνάμεις, οἳ καὶ αὐτοὶ ἐταράχθησαν μὴ φέροντες τὴν εἰς τὸν δεσπότην αὐτῶν ὕβριν, ὡς ὧδε κἀκεῖσε. διάττειν ἴσα βιβλίῳ ἀνειλισσομένῳ τε καὶ ταραττομένῳ. καὶ πᾶν φησιν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. ὄρη καὶ νήσους τὰ τῶν ὑψηλοφρόνων