1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

46

ἀήττητον ὡς καὶ κατὰ Θεοῦ τολμῆσαι. ἐνίκησαν δὲ συνεργῷ καὶ βοηθῷ χρησάμενοι τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ, καὶ τῷ λόγῳ τῆς ὑπὲρ αὐτοῦ μαρτυρίας, ἣν προέκριναν τῶν οἰκείων ψυχῶν. ὧν γενομένων, εὐφραίνεσθέ φησι πάντες ἄγγελοι Θεοῦ πικροῦ γειτονήματος ἀπαλλαγέντες τοῦ Σατανᾶ. οὐαί φησι τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ ∆ιάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει. καὶ εἰ κακῶς ἤμελλε τῇ γῇ καὶ τῇ θαλάσσῃ, τῇ καθόδῳ τοῦ Σατανᾶ, εἴποι τίς ἄν· διὰ τί κατῆλθεν; ὅτι τοῖς μὲν νήφουσι καὶ τὴν ἐλπίδα ἔχουσιν ἐπὶ τῷ Θεῷ οὐ μόνον πρὸς βλάβης οὐ γεγένηται, ἀλλὰ καὶ πρὸς ὠφελείας, διαγυμνάζων αὐτοὺς ὥσπερ παιδοτρίβης, καὶ τοῖς πειρασμοῖς δοκιμωτέρους ἐργαζόμενος 145 καὶ στομῶν ἴσα σιδήρῳ. ἀδικεῖ δὲ τοὺς νωθροὺς καὶ ἐξιτήλους, οἳ τάχα ἂν καὶ μὴ ὑπόντος τοῦ διερεθίζοντος, ἀφ' ἑαυτῶν ἦσαν κακοὶ εἰς φύσιν, τὰ πάθη μεταβαλόντες. λέγοντες δὲ οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, οὐ τοῦτό φασιν, οὐαὶ τοῖς οἰκοῦσι τὴν γῆν καὶ τὴν θάλασσαν πλέουσιν ἀνθρώποις, ἀλλὰ τοὺς τὴν γῆν ὄντας καὶ σποδὸν κατὰ τὸ γεγραμμένον καὶ γεώδεις τὸ φρόνημα; ἔτι δὲ τοὺς εὑριπίστους, καὶ περιαγομένους καὶ ἀστάτους τὸν νοῦν. κατὰ τούτων γὰρ ὁ κοινὸς ἐχθρὸς στρατευόμενος καταδουλοῦται τοὺς ἀσθενεῖς, ἑκόντας, ὑποκύπτοντας τῇ αὐτοῦ τυραννίδι. εἰδώς φησιν ὅτι ὀλίγον καιρὸν ἔχει. ὀλίγος γὰρ ὁ ἐκ τῆς τοῦ ∆ιαβόλου καταπτώσεως καιρὸς ἄχρι τῆς κρίσεως αὐτοῦ καὶ ἀνταποδόσεως πρὸς τοὺς ἀτελευτήτους αἰῶνας παραβαλλόμενος. τούτου χάριν καὶ Ἰακὼβ ὁ πατριάρχης, καίτοι ἑκατὸν ἄγων ἔτη πρὸς τοῖς τριάκοντα, ἔλεγεν ἐρωτῶν τι τῷ Φαραώ, μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου. καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωκε τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα. καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτεται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσει. καὶ 146 ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ· καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ. ἐπανάληψιν ἔχει τὰ παρόντα τῶν εἰρημένων· οὐ γὰρ τοῦτο λέγει, ὅτι μεθ' ὃ εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, εὐθὺς ἐδίωκε τὴν γυναῖκα, ἀλλ' ἐπειδὴ εἶδεν ἑαυτὸν ὁ δράκων ἐν οἷς ὑπάρχει κακοῖς, καὶ ὅτι ἐκπέπτωκε τῆς ἀγγελικῆς ἀξίας, πικρὸς γέγονε λίαν κατὰ τῶν ἀνθρώπων, καὶ τὴν γυναῖκα τὴν τὸν σωτῆρα τῶν ἀνθρώπων γεννήσασαν ἐδίωκεν, ἵνα αὐτὴν ἀπολέσῃ. ἐδίωκε δὲ τὴν γυναῖκα, ἐπεὶ ἔγνω τὸν ἐξ αὐτῆς τεχθέντα κρείττονα εἶναι τοῦ ἁλῶναι, διαφθονούμενος τοῖς ἀνθρώποις τῆς ἐκ τοῦ Κυρίου σωτηρίας, καὶ μὴ φέρων τὴν τοσαύτην μεταβολὴν, εἰ αὐτὸς μὲν ἐξ οὐρανῶν ἀπερρίφη, ἐκ τῆς γῆς δὲ οἱ ἄνθρωποι εἰς οὐρανὸν δι' ἀρετῆς ἀναφοιτήσειαν. καὶ ἐδόθησάν φησι τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτεται εἰς τὴν ἔρημον, εἰς τὸν τόπον αὐτῆς, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ, ἀπὸ προσώπου τοῦ ὄφεως. ἀλλ' οὐδὲ ἡ γυνή φησιν ὑπὸ χεῖρα γέγονεν τῷ Σατανᾷ, ἀλλὰ πέφευγεν εἰς τὴν ἔρημον. αὕτη δέ ἐστι ἡ Αἴγυπτος κατὰ τὰ πρόσθεν εἰρημένα. ὁ μὲν οὖν προφήτης ἐζήτει πτέρυγας ὡσεὶ περιστερᾶς, ἵνα πετασθείς, καταπαύσῃ ἐν τῇ ἐρήμῳ· τῇ δὲ πανάγνῳ παρθένῳ δυνατώτεραι πτέρυγες δέδονται, τοῦ ἀετοῦ φησι τοῦ μεγάλου. πτέρυγας δὲ ἀετοῦ λέγει τὴν τοῦ θεσπεσίου ἐπιφοίτησιν ἀγγέλου, ὃς τὸν Ἰωσὴφ προυτρέψατο παραλαβεῖν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεύγειν εἰς Αἴγυπτον, δι' ἧς ἐπιφοιτήσεως ὡς διὰ πτερύγων ἀετοῦ τὴν 147 Αἴγυπτον κατείληφαν. ταύτης οὖν τῆς ἐπιβουλῆς ἀποτυχὼν ὁ δράκων, ἣν διὰ τοῦ Ἡρώδου κατεσκευάκει, ἄλλην μέτεισι κατὰ τῆς παρθένου τὴν τοῦ υἱοῦ αὐτῆς ἀναίρεσιν, καὶ