1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

60

ὁρωμένων κατὰ τὸ εἰρημένον τῷ Ἀγγαίῳ· ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὸν οὐρανὸν ἀλλὰ καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν, καὶ συσσείσω πάντα τὰ ἔθνη. διὸ καὶ ἐπισημαίνεται οἷός φησιν οὐ γέγονε ποτέ. καὶ ἐγένετό φησιν ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη· καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. περὶ τῆς Ἱερουσαλήμ φησιν ἡ πόλις ἡ μεγάλη καὶ δῆλον ἐξ ὧν ἀντιδιαστέλλει ταύτῃ τὰς πόλεις τῶν ἐθνῶν· τοῦ γὰρ Ἰσραὴλ χωρὶς τοὺς λοιποὺς 182 ἀνθρώπους ἔθνη καλεῖν ἔθος τῇ θείᾳ γραφῇ. μεγάλην δὲ αὐτὴν λέγει, ὡς περιβόητον. πᾶσαι δὲ αἱ πόλεις ἔπεσαν· τῆς γὰρ γῆς μεταποιουμένης καὶ καινῆς γενομένης πῶς οἷόν τε ἦν τὰς ἐν αὐτῇ πόλεις ἑστᾶναι μεμολυσμένας τῇ τῶν ἁμαρτωλῶν οἰκήσει; καὶ Βαβυλών φησιν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. ἐν τοῖς φθάσασιν εἴρηται καὶ ἄγγελος δεύτερος ἠκολούθησε λέγων ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη· ἐν δὲ τῷ παρόντι περὶ ἄλλης ἡμῖν λέγων Βαβυλῶνος νοεῖν δίδωσιν οὐκ ἐκείνην, ἑτέραν δέ τινα σημαίνειν αὐτόν. καὶ οἶμαι περὶ τῆς Ῥώμης φησὶ καὶ τῶν τότε καταληψομένων αὐτήν, ὡς προϊὼν ὁ λόγος διδάξει. διό φησιν καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ. τουτέστι τῶν πάλαι αὐτῆς ἁμαρτιῶν, ὅτε τοὺς ἁγίους ἐδίωκον καὶ ἀνήρουν, μνήμη γέγονεν παρὰ τῷ Θεῷ, τὸ δέ γε ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ ἤδη ἡρμηνεύεται· οὐ δεῖ οὖν περιττολογεῖν καὶ πᾶσά φησι νῆσος ἔφυγε καὶ ὄρη οὐχ εὑρέθησαν. νῆσοι εἴρηνται μὲν αἱ ἐξ ἐθνῶν ἐκκλησίαι, ὡς ὁ προφήτης φησίν· ὁ Κύριος ἐβασίλευσεν· ἀγαλλιάσθω ἡ γῆ· εὐφρανθήτωσαν νῆσοι πολλαί. εἴρηνται δὲ νῆσοι, ὡς ἀνακύψασαι καὶ ὑπερσχοῦσαι τῆς πικρᾶς καὶ ἁλμυρᾶς εἰδωλολατρείας. νήσους δὲ ἄν τις καὶ τὰ δαιμόνων ἀκάθαρτα τάγματα νοήσειε καθ' ἕτερον σημαινόμενον, ὡς ἐγκαλινδούμενα τῷ ἁλμυρῷ τούτῳ καὶ εὐμεταρριπίστῳ βίῳ. περὶ δέ γε τῶν ὀρῶν, ὅτι δαίμονάς φησι, καὶ ὁ θεσπέσιος δείκνυσι μελωδὸς ψάλλων τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου ὅτι ἔρχεται. φροῦδα οὖν καὶ ἀφανῆ γενήσεσθαι τὸ τηνικάδε τὰ τῶν δαιμόνων τάγματα, ὁ λόγος ἡμῖν παραδίδωσιν. ἀλλὰ 183 ποῦ φύγοιεν οἱ τάλανες ἀπὸ προσώπου τοῦ Θεοῦ, οὗ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, ὃς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακί; πλὴν ὅτι τοῖς συμβαίνουσιν οἱ πεπληγμένοι δρασμὸν ἀνωφελῆ καὶ φυγὴν ἐπιτηδεύσουσι. τούτων γεγονότων καὶ χαλάζης ἐπισυρρεούσης ἐξαισίας, δέον τοὺς τότε ἀνθρώπους εἰς λιτὰς τραπῆναι καὶ δεήσεις. ἦ γὰρ ἂν τὰ κατ' αὐτῶν ἐπαύσατο δείγματα οἱ δὲ καὶ προσεβλασφήμησαν τὸν Θεόν, οὗ χάριν αὐτοῖς καὶ ἐπιτείνεται τὰ κακά. καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ' ἐμοῦ λέγων· δεῦρο, δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν, μεθ' ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύ σθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμοντα ὀνόματα βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα· καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυρὸν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον ἐν τῇ χειρὶ αὐτῆς χρυσοῦν γέμοντα βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας τῆς γῆς, καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πόρνων καὶ τῶν βδελυγμάτων τῆς γῆς. πληρώσασα τὰ περὶ τῆς συντελείας τοῦ παρόντος αἰῶνος ἡ ὀπτασία καὶ τὰ τότε συμβησόμενα, εἰς ἕτερον ἔρχεται, 184 δεῖξαι θέλουσα τῷ εὐαγγελιστῇ τὰ κατὰ τὴν Ῥώμην. καί φησιν εἶπε πρός με δεῦρο, δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν, κρῖμα λέγων τὴν διαγωγὴν καὶ τὴν πολιτείαν, ἐν ᾗ κέκρικεν εἶναι καὶ οἵᾳ ἐπιτηδεύει. πόρνην δὲ αὐτὴν καλεῖ, ὡς ἀπὸ Θεοῦ πορνεύουσαν καὶ ἀποστατοῦσαν· καὶ τοῦτο γὰρ πορνεία παρὰ τῆς θείας ὠνόμασται γραφῆς κατὰ τὸ εἰρημένον τῷ προφήτῃ πρὸς τὸν τῶν ὅλων Θεόν· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπό σου.