1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

66

σοί, καὶ πᾶς τεχνίτης καὶ πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροι ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων ηὑρέθη πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς. οἱ μὲν ἔμποροι καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ πάντες οἷς διέφερεν ἡ πόλις ἑστῶσα καὶ εὐθηνουμένη, ἀποκλαύσονται περὶ αὐτῆς· οἱ δέ γε οὐρανοὶ εὐφρανθήτωσαν, τουτέστιν οἱ ἐν οὐρανῷ ἄγγελοι καὶ αἱ τῶν δικαίων ψυχαί, αἱ μέν, ὅτι ἐκδίκησις γέγονε παρὰ Θεοῦ, οἱ δέ, ὡς συνευφραινόμενοι τοῖς ἐκδικηθεῖσι. πάλιν δὲ διὰ τῆς ἐν τῇ διηγήσει διατριβῆς ἐξαίρει τὸ πάθος τῆς νοητῆς Βαβυλῶνος· ὧν σαφῶν ὄντων, οὐ δεῖ τοῖς ὡμολογημένοις ἐμφιλοχωρεῖν. μετὰ ταῦτα ἤκουσα φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν, ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις ἔφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ τῆς χειρὸς αὐτῆς· καὶ δεύτερον εἰρήκα 199 σιν ἀλληλούϊα· καὶ ὁ κάπνος αὐτῆς ἀναβαίνει εἰς τὸν αἰῶνα τῶν αἰώνων, καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῶα, καὶ προσεκύνησαν τῷ Θεῶ τῷ καθημένῳ ἐν τῷ θρόνῳ, λέγοντες ἀμήν, ἀλληλούϊα. καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε, λέγουσα· αἰνεῖτε τὸν Θεὸν ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. ὡς ὄχλου πολλοῦ φησιν ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ· ἀμύθητα γὰρ τὰ τάγματα τῶν ἁγίων ἀγγέλων ἐστίν, ὥς τινα τῶν πατέρων εἰπεῖν τὰ ἐνενήκοντα ἐννέα πρόβατα, τὰ διασωζόμενα καὶ ἀπλανῆ μείναντα τοὺς ἀγγέλους εἶναι, τὸ δὲ ἓν τὸ πλανηθὲν πᾶσαν τὴν ἀνθρωπότητα. ἔλεγον δέ φησιν ἀλληλούϊα. τὸ δὲ ἀλληλούϊα Ἑβραία λέξις ἐστί· σημαίνει δὲ αἰνέσατε, ὑμνήσατε τὸν Θεόν. εὐχαριστήριον τοιγαροῦν ἄδουσι φωνὴν ἐπὶ τῇ δικαίᾳ κρίσει τῆς νοητῆς Βαβυλῶνος. καὶ δεύτερον ἀνήγαγον τὸν αὐτὸν ὕμνον, καὶ ἔτι κατωτέρα πάλιν αὐτὸν ἀπεφθέγξατο, ὡς τῇ τρισσῇ τοῦ ἀλληλούϊα ἀναθέσει τὴν ἁγίαν καὶ πολυΰμνητον δοξολογεῖσθαι παρ' αὐτῶν τριάδα· αὐτῆ γὰρ Θεός. καὶ ὁ κάπνος αὐτῆς φησιν ἀναβαίνει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ἐν μέσῳ τὸ ἀλληλούϊα δοξολογηθὲν διέκοψε τὸν εἱρμὸν τοῦ λόγου, ἐπεὶ τοίγε ἡ ἀκολουθία τῆς συντάξεως αὕτη τυγχάνει· καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς· καὶ ὁ κάπνος αὐτῆς ἀναβαίνει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καπνὸν δέ φησιν ὡς πάντως καιομένης τῆς πόλεως περὶ ἧς ταῦτά φησιν· 200 ὁ γὰρ κάπνος μήνυμα τυγχάνει πυρός. τὸ δὲ εἰπεῖν τοὺς πρεσβυτέρους καὶ τὰ ζῶα ἀμήν, συγκατάθεσιν δηλοῖ τῆς παρὰ τῶν ἁγίων ἀγγέλων προσαχθείσης δοξολογίας· σημαίνει γὰρ τὸ ἀμὴν εἰς τὴν Ἑλληνίδα μεταφερόμενον φωνὴν ἐκ τῆς Ἑβραίων, γένοιτο. αἰνεῖτέ φησι τὸν Θεὸν ἡμῶν, οἱ μικροὶ καὶ οἱ μεγάλοι· μικροὺς γὰρ καλεῖ τοὺς μείζονας κατὰ τὸν ἁγιασμόν, μεγάλους δὲ τοὺς προὔχοντας. καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων ἀλλη λούϊα, ὅτι ἐβασίλευσεν Κύριος ὁ Θεὸς ἡμῶν, ὁ παντοκράτωρ. καὶ χαίρομεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοί μασεν ἑαυτήν, καὶ ἐδόθη αὐτῇ ἵνα περιβέβληται βύσσινον. τὰ δικαιώματα τῶν ἁγίων ἐστί. καὶ λέγει μοι γράψον· μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσιν. ὥσπερ τὰ Σεραφὶμ παρὰ τῷ θεσπεσίῳ προφήτῃ Ἡσαΐᾳ τρὶς εἰπόντα τὸ ἅγιος εἰς μίαν κυριότητα συνέκλεισαν τὴν τρισσὴν ὑμνολογίαν, σημαίνοντα τὰ τρία μὲν ταῖς ἰδιότησιν εἴ τ' οὖν προσώποις ὅτῳ φίλον καλεῖν εἶναι τὰ ὑμνούμενα, ἓν δὲ τῇ τῆς θεότητος οὐσίᾳ, οὕτω καὶ ἐνταῦθα τρὶς ἐν τοῖς ἔμπροσθεν τὸ ἀλληλούϊα φθεγξάμενοι οἱ θεσ 201 πέσιοι ἄγγελοι, καὶ ἑκάστῃ τῶν ἁγίων τριῶν ὑποστάσεων τὸ σέβας ἀνατεθεικότες, νῦν ἐν τῇ Ἁγίᾳ Τριάδι τὸ ἀλληλούϊα προσᾴδουσι, παραδηλοῦντες ὅτι ἐν μοναδικῇ