1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

76

Ἰσραηλιτῶν λαῷ ἐν ∆ευτερονομίῳ ἰδοὺ δέδωκα πρὸ ὀφθαλμῶν σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἵνα πάντως ἐξ ἀμφοτέρων ἐπιλέξηται τὸ αἱρεθέν· καὶ πάλιν ὁ αὐτὸς ἐν Ἐξόδῳ ἐὰν ἀκοῇ ἀκούσῃ τῆς φωνῆς μου καὶ ποιήσῃς φησὶ πάντα ὅσα ἂν εἴπω σοι. τί δὲ καὶ ὁ Ἡσαΐας, οὗ τὸ αὐτὸ δόγμα παρατίθεται ἀμφὶ τὰς ἀρχὰς τῆς αὐτοῦ προφητείας, λέγων ἐκ προσώπου τοῦ Θεοῦ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. τούτων μὲν οὖν ἅλις. ἐπειδὴ δὲ εἶπεν ἐν τοῖς φθάσασιν ὅτι ἐξελεύσεται ὁ ∆ιάβολος πλανῆσαι τὰ ἔθνη, νῦν λέγει ποία ἔθνη καὶ τίνων ἀφηγουμένων αὐτῶν· τὸν Γώγ φησι καὶ Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον· πόλεμον δὲ τὸν κατὰ τῶν ἁγίων. πληρώσας γὰρ τὸν περὶ τῆς σωτηρίου ἐνανθρωπήσεως λόγον, πάλιν ἐπανελήλυθεν ὅθεν ἐξελθὼν ἐκεῖνα ἡμῖν διηγήσατο. ἐξεληλύθει δὲ ἐκ τῆς τοῦ ∆ιαβόλου καὶ τοῦ ἀντιχρίστου· καὶ τῆς τῶν συλλαβομένων αὐτοῖς ἐθνῶν ἥττης 225 τε καὶ τιμωρίας. νῦν οὖν ἀναπληρῶ τὰ πρότερον ἐλλιπῶς εἰρημένα. συνάπτει τοῖς λοιποῖς ἔθνεσι τοῖς τῷ ἀντιχρίστῳ συστρατεύσασι· καὶ τὸν Γώγ, οὕτω λέγων· καὶ ἐξῆλθε πλανῆσαι πάντα τὰ ἔθνη ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς· μεθ' ὧν φησι καὶ τὸν Γὼγ καὶ τὸν Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὥσει ἄμμος τῆς θαλάσσης. καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἀπὸ τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς· καὶ ὁ ∆ιάβο λος, ὁ πλανῶν αὐτοὺς, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς τοῦ θείου, ὅπου τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανι σθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. περὶ τούτων τοῦ γὼγ καὶ τοῦ μαγὼγ καὶ ὁ θεσπέσιος προφήτης Ἱεζεκιὴλ παρέδωκε, διεξιὼν ὅπως κακοὶ κακῶς ἀπολοῦνται. οὗτοι δὲ ἔθνη τινὰ καὶ ἡγούμενοι ἐθνῶν ἔσονται ἀμφὶ τὴν συντελείαν· νῦν γὰρ οὐκ εἰσίν, ἤ τινά ἐστιν τῶν νῦν ὑπαρχόντων ἐθνῶν ἑτέροις ὀνόμασι παρὰ τῆς θείας καλούμενα γραφῆς. οὗτοι οὖν συναγωνίσονται τῷ θεοστυγεῖ Σατανᾷ κατὰ τῶν τοῦ Χριστοῦ δούλων· καὶ κυκλώσουσι 226 τὴν πόλιν τὴν ἠγαπημένην, τουτέστι τὴν ἐκκλησίαν. ἀλλὰ πῦρ ἐκ τοῦ οὐρανοῦ φερόμενον διαφθερεῖ πάντας, καὶ τῆς συντελείας λοιπὸν γενομένης, ἅμα τῷ ∆ιαβόλῳ καὶ τῷ ἀντιχρίστῳ βληθήσεται ὁ ἀρχέκακος Σατανὰς εἰς τὴν λίμνην τοῦ πυρός, τουτέστι τὴν Γέενναν. ἴστω γὰρ ὁ ἀναγνωσόμενος ὅτι τρεῖς παρέδωκεν ἡμῖν ἐν τοῖς ἔμπροσθεν ἡ παροῦσα ἀποκάλυψις· ἕνα μὲν τὸν ἀρχέκακον δράκοντα ἐν τῷ οὐρανῷ δεικνύμενον, δεύτερον δὲ θηρίον ἐκ τῆς θαλάσσης ἀναβαῖνον, ὃν ἐνοήσαμεν δευτερεύειν μὲν τοῦ Σατανᾶ, προὔχειν δὲ τῶν λοιπῶν δαιμόνων, καὶ τρίτον τὸν ἀντίχριστον, ὃν καὶ ψευδοπροφήτην καλεῖ. ἀλλὰ περὶ μὲν τοῦ δευτέρου τοῦ ∆ιαβόλου καὶ τοῦ ἀντιχρίστου ἐν τοῖς μικρὸν ἔμπροσθεν εἴρηται ὅτι ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην θείῳ. νῦν δέ γε περὶ τοῦ Σατανᾶ φησιν ἤτοι ∆ιαβόλου, ὃν ἐν τοῖς φθάσασι δράκοντα ὠνόμασε. καὶ βασανισθήσονταί φησιν ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἔγνως ἄρα ὁ ἐντυχὼν τῷ πονήματι ὅτι λίαν ἀκριβῶς τὰ χίλια ἔτη, ἐν οἷς δεθεὶς ὁ ∆ιάβολος ἐβλήθη εἰς τὴν ἄβυσσον καὶ αὖθις ἐλύθη, τὴν ἐνανθρώπησιν ἐνοήσαμεν τοῦ Κυρίου καὶ τὴν ἐπὶ γῆς ἀναστροφὴν αὐτοῦ, ἐν ᾗ πρὸς βραχὺ ἡ ἐνέργεια αὐτοῦ κατηργεῖτο. ἰδοὺ γὰρ νῦν ἔδειξεν ὡς οὐ χίλια ἔτη ἐστὶν ἡ κόλασις αὐτοῦ τε καὶ τῶν ὑπ' αὐτοῦ ἀπατωμένων, καὶ λοιπὸν λύσις τοῦ κακοῦ ἀλλὰ εἰς αἰῶνα αἰώνων. καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ' αὐτοῦ, οὗ ἀπὸ προσώπου αὐτοῦ ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ 227 τόπος οὐχ εὑρέθη αὐτοῖς. καὶ εἶδον τοὺς νεκρούς, τοὺς με γάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστι τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν. λευκὸν λέγει θρόνον, τὸν λαμπρὸν καὶ ἐξαστράπτοντα. τὴν δὲ φυγὴν