1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

62

καλῶν τοὺς ἁγίους διὰ τὸ ἐν Χριστῷ εἶναι καὶ ἐν οἰκειότητι καὶ μνήμῃ Θεοῦ. εἰ οὖν οἱ ἅγιοι ὄντες εἰσίν, ἄρα ὁ ἀλιτήριος ∆ιάβολος οὐκ ἔστι νῦν, εἰ καὶ ἦν πρὶν ἢ τραχηλιάσας κατὰ Θεοῦ παντοκράτορος ἐξώλισθε τῆς οἰκείας τάξεως. ὁμοίως δὲ καὶ οἱ ἀσεβεῖς, εἰ καὶ εἶναι δοκοῦσιν ὅσον εἰς ὑπόστασιν 187 καὶ οὐσίαν, πλὴν οὐκ εἰσὶν ὅσον ἧκεν εἰς ψῆφον καὶ μνήμην Θεοῦ· καὶ ὅτι τοῦτο οὕτως ἐστί, τοὺς ἀπὸ τοῦ Κάϊν οὐ γενεαλογεῖ ἡ τῆς Γενέσεως βίβλος, ὡς διὰ τὴν ἀσέβειαν οὐκ ὄντας ἀπώλειαν δέ φησιν ἐν ᾗ ἀπιέναι μέλλει. τουτέστι τὴν δικαίαν κατ' αὐτοῦ τιμωρίαν τῆς Γεέννης· τοὺς γὰρ ἐν αὐτῇ καταδεδικασμένους ἀπολωλέναι φησὶν ὁ Κύριος παρὰ τῷ Ματθαίῳ λέγων· φοβηθῆτε δὲ τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ. καὶ θαυμάσονταί φησιν οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς. οὐ πάντες δέ, ἀλλ' ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. τί δὲ θαυμάσονται; ὅτι ἦν καὶ οὐκ ἔστι καὶ παρέσται καὶ ἀπόλλυται τὸ θηρίον· τὴν γὰρ ἐπ' αὐτῷ μεγίστην ἐκπλαγῶσι μεταβολὴν οἱ πεποιθότες ἐπ' αὐτῷ. κοσμοκράτωρ γὰρ εἶναι θέλων καὶ τοῦτο ἑαυτὸν ἀποδεικνύς, οὐ μόνον τῆς ἀρχῆς καθαιρεθήσεται, ἀλλὰ καὶ τέλος ἄξιον λήψεται τῆς αὐτοῦ μοχθηρίας. ὧδε ὁ νοῦς φησιν ὁ ἔχων σοφίαν. ὧδέ ἐστί φησι νοῦς σεσοφισμένος· γνώτω τὸ αἴνιγμα πῶς ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου. καὶ γὰρ τῷ ἐκ τοῦ ὄντος χωρῆσαι εἰς τὸ μὴ εἶναι, ἐναντίον εἶναι δοκεῖ τὸ μέλλειν ἀναβαίνειν πάλιν ἐκ τῆς ἀβύσσου, πλὴν εἰ μὴ οὕτως τὶς νοήσοι ὥσπερ καὶ εἴρηται. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ' αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, ὁ εἶς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθε· καὶ ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι· καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει. καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν 188 οὔπω ἔλαβον, ἀλλ' ἔξουσιν ὡς βασιλεῖς μίαν ὥραν λαμβά νουσι μετὰ τοῦ θηρίου. οὗτοι μίαν γνώμην ἔχουσιν, καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι Κύριος κυρίων ἐστὶ καὶ Βασιλεὺς βασιλέων, καὶ οἱ μετ' αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. αἱ ἑπτά φησι κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ' αὐτῶν. ἀπὸ τούτου μάλιστα δείκνυται ὅτι περὶ τῆς Ῥώμης λέγει τὰ εἰρημένα· αὑτὴ γὰρ ἑπτάλοφος εἶναι ἱστόρηται, οὐδὲ μία δὲ ἄλλη πόλις. καὶ βασιλεῖς ἑπτά φησιν· οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι. εἰκότως τοὺς βασιλεῖς εἰς τὰς κεφαλὰς ὁρᾷ· τὸ γὰρ κεφάλαιον τῆς Ῥωμαίων ἡγεμονίας οἱ βασιλεῖς εἰσιν. τί δήποτε πλείστων ὅσων ἐν Ῥώμῃ βασιλευσάντων ἑπτὰ μόνους εἶναι ἔφη κεφαλὰς τοῦ θηρίου; ἐπειδὴ οὗτοι μάλιστα οἱ ἑπτὰ τὸ θηρίον, τουτέστι τὸν ∆ιάβολον, διᾶραι τὴν ἑαυτοῦ κεφαλὴν κατὰ τῶν Χριστιανῶν ἐποίησαν, διωγμοὺς κατὰ τῆς ἐκκλησίας κινήσαντες· ὧν ἐστι πρῶτος Νέρων, δεύτερος ∆ομετιανός, εἶτα Τραϊανός, Σευῆρος, μετ' αὐτόν, ∆έκιος, Οὐαλλεριανός, ∆ιοκλητιανός· οὗτοι γὰρ τῶν ἐν Ῥώμῃ βασιλευσάντων ἀνέδην τὴν ἐκκλησίαν ἐδίωξαν, ὥς φησι ἐν τοῖς Χρονικοῖς ὁ Εὐσέβιος, ὧν ἑπτὰ τοὺς πέντε φησὶ θανάτῳ πεπτωκέναι· Νέρωνα, ∆ομετιανόν, Τραϊανόν, Σευῆρον, ∆έκιον· τὸν δὲ ἕνα εἶναι, τουτέστι τὸν Οὐαλλεριανόν. ὁ ἄλλος φησὶν οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ 189 ὀλίγον αὐτὸν δεῖ μεῖναι. ἄλλον δέ φησι τὸν ∆ιοκλητιανόν, μεθ' ὃν ἐπαύσατο ἡ ἐπὶ Ῥώμην βασιλέα καὶ μετῆλθεν εἰς τὴν ἐπώνυμον τοῦ εὐσεβοῦς Κωνσταντίνου πόλιν, αὐτοῦ Κωνσταντίνου τὰ βασίλεια μεταγαγόντος. πάνυ δὲ ἀκριβῶς ἀπηγγέλθη τῷ εὐαγγελιστῇ πάντα μέν, μάλιστα δὲ τὰ κατὰ τὸν ∆ιοκλητιανόν, ἐν οἷς εἴρηται καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι, μεῖναι λέγων ἐν τῷ κατὰ τῶν Χριστιανῶν διωγμῷ· καίτοι γὰρ εἴκοσι ἔτη βασιλεύσας, τὰ τελευταῖα δύο ἀρξάμενος τοῦ διωγμοῦ, ἀπέθετο τὴν βασιλείαν. καὶ τὸ θηρίον φησὶν ὃ ἦν καὶ οὐκ ἔστι. καὶ αὐτὸ ὄγδοόν ἐστι καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει. καὶ τὸν ∆ιάβολον πρῶτόν τε καὶ ἔσχατον τέταχε διώκτην καὶ τῶν ἑπτὰ ὁμογνώμονα. πῶς γὰρ ἂν οὐκ