1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

13

ἀτελεύτητον ζωήν. Ταύτης τῆς ἐγγραφῆς καὶ ἐν Εὐαγγελίοις ὁ Κύριος ἐμνημόνευσε, λέγων τοῖς ἑαυτοῦ μαθηταῖς· μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. καὶ ὁμολογήσω φησὶν τὸ ὄνομα ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. ὁμολογήσει δὲ ὡς πιστοὺς θεράποντας καὶ ὡς εὐνοϊκοὺς οἰκέτας. καὶ γὰρ καὶ ἐν Εὐαγγελίοις εἴρηται· ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου, τοῦ ἐν τοῖς οὐρανοῖς. τὸ δὲ εἰπεῖν περὶ τοῦ πατρὸς καὶ τῶν ἀγγέλων αὐτοῦ, οὐκ ἀφαιρεῖται τὸ καὶ αὐτοῦ εἶναι τοὺς 59 ἁγίους ἀγγέλους· ποτὲ μὲν γὰρ αὐτοὺς τοῦ πατρός, ποτὲ δὲ αὑτοῦ. φησὶ γὰρ παρὰ τῷ Ματθαίῳ· ἀποστελεῖ τότε ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης· καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπὸ ἄκρων τῶν οὐρανῶν, ἕως τῶν ἄκρων αὐτῶν. καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖν ∆αυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει· οἶδά σου τὰ ἔργαἰδού, δέδωκα ἐνώπιον σου θύραν ἠνεωγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήνὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτή ρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸν νόμον μου. ἰδού, δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους, καὶ οὐκ εἰσὶν, ἀλλὰ ψεύδονται· ἰδού, ποιήσω αὐτοὺς ἵνα ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε. ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι· καὶ γράψω ἐπ' αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τὸ καινόν. ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις τοῖς ἐν Φιλαδελφείᾳ φησίν, γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός. ὁ ἅγιος μέν ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. ἔπειτα καὶ τούτῳ μαρτυρεῖται παρὰ τῶν Σεραφίμ, τῶν τρεῖς ἁγιασ 60 μοὺς εἰς μίαν κυριότητα συγκλειόντων, ὡς μηδὲν ἔχων γήϊνον ἢ ἁμαρτητικόν, εἰ καὶ γέγονε σάρξ, ὁ λόγος. ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν. οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ κατὰ τὴν φωνὴν Ἡσαΐου τοῦ προφήτου. ἀληθινὸς δὲ ὅτι ἐστὶ καὶ λέγεται, ἀληθῶς ἐστι· τὸ καὶ λέγεται, Θεὸς λέγεται, καὶ οὐ ψεύδεται ἡ προσηγορία. ἔστι γὰρ Θεὸς ἀληθῶς Ἐμμανουήλ, εἰ καὶ οὐ βούλεται τοῦτο ὁ κατάρατος Νεστόριος· ἄνθρωπος γέγονε, τὸ εἶναι Θεὸς οὐκ ἀποβαλών, καὶ ἔστιν ἄνθρωπος ἀληθῶς, εἰ καὶ δυσχεραίνει πρὸς τοῦτο ὁ θεοστυγὴς Εὐτυχής. ὅπερ ἔστιν ἀληθῶς, ἔστι, καὶ οὐδὲν ἢ κατὰ ἀναφοράν, ὡς Νεστοριανοί φασιν, οὐδὲ κατὰ δόκησιν ἢ φαντασίαν ὡς Εὐτυχιανισταὶ λέγουσιν, καὶ τὸ κατάρατον καὶ βδελυρὸν τῶν Μανιχαίων φῦλον. ὁ ἔχων φησὶν τὴν κλεῖν ∆αυίδ. κλεῖν καλεῖ τὴν ἐξουσίαν. ὁ γὰρ κλεῖν οἴκου πεπιστευμένος ἐξουσίαν τοῦ ἀνοῖξαι καὶ κλεῖσαι πεπίστευται. καὶ τοῦτο σαφῶς ἐν Εὐαγγελίοις δηλοῖ ἐν ταῖς πρὸς τὸν Πέτρον ἐπαγγελίαις. εἰπὼν γὰρ καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, εὐθὺς ἐπάγει καὶ ὃ ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. Ἐπεὶ οὖν ἡ κλεῖς τὴν ἐξουσίαν αἰνίττεται, λέγων ὁ ἔχων τὴν κλεῖν τοῦ ∆αυίδ, παραδηλοῖ ὅτι ὥσπερ ὁ ∆αυὶδ τοῦ αἰσθητοῦ Ἰσραὴλ ἐβασίλευσεν, οὕτως ἐγὼ πρὸς τῷ αἰσθητῷ καὶ τοῦ νοητοῦ, εἰ καὶ ἡ διαφορὰ τῆς ἐξουσίας ἀσυγκρίταις ὑπεροχαῖς διήλλακται. ποία γὰρ ἰσοτιμία ἀνθρώπου πρὸς Θεόν; τοῦτο καὶ ὁ θεῖος ἄγγελος Γαβριὴλ τῇ παρθένῳ εὐηγγελίσατο περὶ τοῦ Κυρίου, λέγων καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ∆αυὶδ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ 61 ἔσται τέλος. ἐπεὶ οὖν ὁμοίωμα τῆς βασιλείας τοῦ ∆αυὶδ ἐφεῦρεν ὁ Χριστός,