1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

47

λοιπὸν ἀκολούθως ἀφηγεῖται τὸν σταυρὸν τοῦ Κυρίου καὶ τὸν θάνατον. καὶ ἔβαλέ φησιν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμὸν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ· ποταμὸν τὸν πειρασμὸν ἡ θεία ἀλληγορεῖ γραφή, πῆ μὲν λέγουσα, διὰ τοῦ Ἰωνᾶ ἀπερρίψας με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με· πῆ δὲ διὰ τοῦ Κυρίου· κατέβη φησὶν ἡ βροχή· παρῆσαν οἱ ποταμοί· ἦλθον οἱ ἄνεμοι· καὶ οὐ κατέβαλον τὴν οἰκίαν τὴν τεθεμελιωμένην ἐν τῇ πέτρᾳ. ποταμὸν οὖν λέγει τὸν ἐπὶ τῷ πάθει τοῦ Κυρίου πειρασμόν. ἵνα διὰ τούτου φησὶν ἀποπνίξῃ τὴν παρθένον· καὶ ἀληθῶς, τό γε ἧκον εἰς αὐτὸν καὶ εἰς τὴν τῆς ἀλγηδόνος ὑπερβολήν, ἴσχυσε πληρῶσαι τὴν πρόθεσιν ὁ δράκων. τί γὰρ λέγει πρὸς αὐτὴν ὁ Συμεών; καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. ἀλλ' ἐβοήθησεν ἡ γῆ φησι τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων τῇ γυναικὶ ἐκ τοῦ στόματος αὐτοῦ. τὸ μὲν καταπιεῖν τὴν γῆν τὸν ποταμὸν δηλοῖ τὸ τὸν πειρασμὸν ἐν αὐτῇ δέξασθαι, τουτέστι θανατωθέντα τὸν Κύριον. ἀλλ' οὐκ ἐν τούτῳ ἐβοήθησεν, ἀλλ' ἐν τῷ αὐτὴν πάλιν ἀποδοῦναι τὸν Κύριον· ἀνεβίω γὰρ τριήμερος, πατήσας τὸν θάνατον, ἐπεὶ οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ, ἀρχηγὸν ζωῆς ὑπάρχοντα κατὰ τὸν θεσπέσιον Πέτρον. ἵνα οὕτως εἴη ἡ σύνταξις, καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, τελείαν ἀναγνωστέον· εἶτα ὡς ἐξ ἐρωτήματος, τίνα δὲ τρόπον ἐβοήθησε; 148 κατέπιε τὸν ποταμόν, τουτέστι τὸν ἐπιβουλευθέντα Κύριον ἐν ἑαυτῇ δεξαμένη, πάλιν ἀνέδωκε, καὶ ἐν τούτῳ ἐβοήθησεν. ὡς οὖν καὶ τῆς δευτέρας ἐπιβουλῆς ἀποτετύχηκεν ὁ δράκων, τί λοιπὸν ποιεῖ τοὺς χρηματίσαντας υἱοὺς καὶ ἀδελφοὺς τοῦ Κυρίου, τουτέστι τοὺς πιστούς; ἐδίωκετούτους γὰρ τοῦ σπέρματος εἶναί φησι τῆς γυναικός· υἱοὶ γὰρ καὶ ἀδελφοὶ τοῦ Κυρίου οἱ πιστοὶ κατὰ τὸ γεγραμμένον ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, καὶ αὖθις ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. ἆρα οὖν καὶ τῆς συγγενείας εἰσὶ τῆς αὐτοῦ μητρόςκαὶ πόλεμον ἐποίει μετ' αὐτῶν, διώκων καὶ ἐπιβουλεύων, ἀποκτιννὺς διὰ τῶν τυράννων καὶ δυναστῶν τῆς γῆς, ἐπειδὴ Θεὸν εἶναι τὸν ἐκ τῆς παρθένου τεχθέντα ἐμαρτύρουν. καὶ ἐστάθην παρὰ τὴν ἄμμον τῆς θαλάσσης. καὶ εἶδον ἐκ τῆς θαλάσσης θήριον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφα λὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ὀνόματα βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δρά κων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. καὶ μίαν τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ἐθαμβήθη ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, καὶ προσεκύνησαν τῷ δράκοντι, ὅτι ἔδωκε τὴν ἐξουσίαν τῷ θηρίῳ. ἐν τῇ πρὸ ταύτης θεωρίᾳ εἶδεν ὁ θεσπέσιος εὐαγγελιστὴς σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδού φησι δράκων πυρρός. νῦν δὲ ἡμῖν ἀφηγεῖται ἑωρακέναι ἐκ τῆς θαλάσσης θηρίον ἀνα 149 βαῖνον ὅμοιον παρδάλει. εἶτα ἐν τῇ μετὰ ταύτην ὀπτασίᾳ πάλιν ὁρᾷ ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς ἔχον κέρατα δυὸ ἀρνίου. τρία τοιγαροῦν τὰ πάντα εἶδε θηρία· τὸ μὲν πρῶτον ἐν τῷ οὐρανῷ, τὸ δὲ δεύτερον ἐκ τῆς θαλάσσης, τὸ δὲ τρίτον ἐκ τῆς γῆς. ἀλλὰ τὸ μὲν πρῶτον καὶ τρίτον δῆλα πᾶσι τυγχάνει· τὸ μὲν γάρ ἐστιν ὁ ἀρχέκακος δράκων, ὁ ἀποστατήσας καὶ τραχηλιάσας κατὰ τοῦ Θεοῦ τοῦ παντοκράτορος Σατανᾶς, τὸ δὲ τρίτον ὁ ἀντίχριστος. τοῦτο δὲ τὸ μέσον θηρίον, τὸ νῦν ἡμῖν εἰς θεωρίαν προκείμενον, ἆρα τί ἐστιν; οἶμαι τοῦτο τυγχάνειν μετὰ τὸν ἀποστάτην μὲν δράκοντα, τὸν Σατανᾶν, τῶν λοιπῶν δὲ προὔχοντα δαιμόνων· πολλοὶ γὰρ συνωλίσθησαν. καὶ δῆλον ἐκεῖθεν ὅτι τὸν μὲν πάντων ἄρχοντα δαιμόνων ἡ θεία λέγει γραφὴ τὴν θάλασσαν καὶ τὸν τάρταρον καταδεδικᾶσθαι, καθὼς πρόσθεν ἀποδέδεικται, τροπικῶς μὲν ἴσως οὕτω καλοῦσα τὴν ταραχὴν καὶ τὸν κλόνον ᾧ σύνεστιν, ἐννοῶν ἐξ οἵων εἰς οἷα κατῆκται, καὶ ὅτι εἰς κρίσιν τηρεῖται