1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

3

προφητείας ταύτης καὶ οἱ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμ μένα· ὁ γὰρ καιρὸς ἐγγύς. οὐ τοὺς ἀναγινώσκοντας μόνον ἔφη μακαρίους· πολλοὶ γὰρ ἂν ἦσαν οὕτω μακάριοι, πλεῖστοι γὰρ οἱ ἀναγινώσκοντες, ἀλλὰ καὶ τοὺς ἀκούοντας καὶ οἷον πειθηνίους γινομένους ταῖς ἐν αὐτῇ παραινέσεσιν, καὶ οἱ διατηροῦντες καὶ 34 φυλάττοντες ὡς θείους νόμους τὰ εἰρημένα. ἐγγὺς γάρ φησιν ὁ καιρός· παντὶ γὰρ φυλάττοντι τὰς ἐντολὰς τοῦ Θεοῦ ἐγγὺς τῆς μακαριότητος ὁ καιρός. ἢ οὕτως ἢ ἐγγύς φησιν τῆς τῶν λεγομένων ἀποβάσεως ὁ καιρός. τὸ δέ γε ἐγγὺς ἐν τοῖς πρότερον ἡρμηνεύηται. Ἰωάννης φησὶν ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος. ἰσοδυναμεῖ τοῦτο τῷ εἰπεῖν, χάρις ὑμῖν ἀπὸ τοῦ πάντων ὑμῶν Θεοῦ· ὄντα μὲν γὰρ ἑαυτὸν ὁ Πατὴρ ὀνομάζει, χρηματίζων ἐπὶ τῆς βάτου τῷ σοφωτάτῳ Μωσεῖ λέγων, ἐγώ εἰμι ὁ ὤν. ἦν δέ γε περὶ τοῦ Υἱοῦ φησιν ὁ παρὼν θεσπέσιος εὐαγγελιστὴς εἰπών, ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ λόγος· καὶ πάλιν ἐν τῇ πρώτῃ τῶν καθολικῶν ἐπιστολῶν· ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς. ἐρχόμενον δέ, ἔφη τὸ Πνεῦμα τὸ Ἅγιον. οὐ γὰρ μόνον παραγέγονεν τῇ τῆς πεντηκοστῆς ἡμέρᾳ κατὰ τὰ ἐν ταῖς πράξεσιν ἱστορούμενα, ἀλλὰ καὶ ἀεὶ παραγίνεται πρὸς τὰς ἀξίας αὐτὸ ὑποδέξασθαι ψυχάς. καὶ ἀπὸ τῶν ἑπτά φησιν πνευμάτων ἅ ἐστιν ἐνώπιον τοῦ θρόνου αὐτοῦ. τὰ δὲ ἑπτὰ πνεύματα εἰσὶν ἄγγελοι ἑπτά· οὐχ ὡς ἰσότιμα δέ, ἢ συναΐδια, συμπαρελήφθη τῇ Ἁγίᾳ Τριάδιἄπαγε ἀλλ' ὡς θεράποντες γνήσιοι καὶ δοῦλοι πιστοί. φησὶ γὰρ τῷ Θεῷ ὁ προφήτης, ὅτι τὰ σύμπαντα δοῦλά σου. ἐν δὲ τοῖς ἅπασι καὶ οἱ ἄγγελοι περιέχονται. καὶ πάλιν ὁ αὐτὸς περὶ αὐτῶν φησιν· εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις 35 αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ. τούτῳ δὲ τῷ σχήματι καὶ ὁ ἀπόστολος συνεχρήσατο Τιμοθέῳ γράψων τὴν ἐπιστολὴν τὴν πρώτην· διαμαρτύρομαί σοί φησιν ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων. ἀλλὰ καὶ τῷ εἰπεῖν ἅ ἐστιν ἐνώπιον τοῦ θρόνου αὐτοῦ, οἰκετικὴν αὐτοῖς καὶ λειτουργικὴν τάξιν προσεμαρτύρησεν· οὐ μὴν τὸ ἰσότιμον. καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ φησιν ὁ μάρτυς ὁ πιστός, ὁ πρωτό τοκος τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. πρότερον περὶ ἀσάρκου Θεοῦ λόγου γράψας, καὶ εἰπὼν περὶ αὐτοῦ ὃ ἦν· νῦν περὶ σεσαρκωμένου αὐτοῦ διαλέγεται εἰπών, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, οὐ διαιρῶν αὐτὸν εἰς δύο, ἀλλὰ τοῦτό τε καὶ ἐκεῖνο περὶ αὐτοῦ μαρτυρῶν, ὅτι λόγος τέ ἐστι τοῦ πατρός, καὶ ὅτι ἐσαρκώθη. ὅς ἐστι μάρτυς πιστός· ἐμαρτύρησε γὰρ κατὰ τὸν ἀπόστολον ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν· ὃ δὲ ἦν, ὅτι Θεός ἐστι καὶ τῶν ὅλων Κύριος εἰ καὶ σεσάρκωται. ἀληθὴς δέ γε ἡ τοιαύτη μαρτυρία· πιστὸν γὰρ τὸν ἀληθῆ λέγει, καὶ πίστεως ἄξιον· ὁ πρωτότοκος τῶν νεκρῶν· τοῦτο αὐτῷ καὶ ὁ Παῦλος προσμαρτυρεῖ, εἰπὼν ὅς ἐστιν ἀπαρχή, πρωτότοκος ἐκ νεκρῶν. πρωτότοκον δὲ αὐτὸν ἐκ νεκρῶν καλοῦσιν, ὡς προκατάρξαντα τῆς κοινῆς ἀναστάσεως, καὶ ἐγκαινίσαντα ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, διὰ τοῦ καταπετάσματος, τοῦτ' ἔστιν, τῆς σαρκὸς αὐτοῦ κατὰ τὸ γεγραμμένον. πάντες μὲν γὰρ ὅσοι πρὸ τοῦ Κυρίου ἀνέστησαν ἐκ νεκρῶν, πάλιν παρεδόθησαν τῷ θανάτῳ· οὐ γὰρ ἦν ἐκείνη ἡ ἀληθής, ἀνάστασις, ἀπαλλαγὴ δὲ πρὸς καιρὸν τοῦ θανάτου. διὸ ἐκείνων μὲν οὐδεὶς πρωτότοκος ἐκ νεκρῶν ἐχρημάτισεν. ὁ δέ γε Κύριος τοῦτο καλεῖται, ὡς τῆς ἀληθοῦς ἀναστάσεως ἀρχή τε καὶ αἰτία γενόμενος. καὶ ὥσπερ τι πρωτόλειον γεγονὼς τῆς τῶν ἀνθρώπων ἐγέρσεως, γενηθεὶς οἷον καὶ προελθὼν ὥσπερ ἀπὸ παστάδος τινὸς ἐκ τοῦ θανάτου πρὸς τὴν ζωήν. 36 περὶ τοῦ Κυρίου γὰρ μόνου ὁ θεσπέσιος γέγραφε Παῦλος Ῥωμαίοις ἐπιστέλλων· εἰδότες φησὶν ὅτι Χριστὸς ἐξεγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύσει. ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, τῷ Θεῷ ζῇ. καὶ ὁ ἄρχων φησὶν τῶν βασιλέων τῆς γῆς. τοῦτο καὶ ὁ ∆ανιὴλ ἔφη πρὸς τὸν Βαβυλώνιον· ἕως ἄν