1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

34

γυμνασίᾳ οὖν τοῦτο 113 λεκτέον, μέσην τινὰ μέρους ἑκάστου διάττον τὴν τρίβον, ὅτι ἄχρι μέν τινος χρόνου ὃν πέντε μῆνας εἶπεν ἡ ἀποκάλυψις ἡ παροῦσα μυστικῷ τινι χρησαμένη τῷ ἀριθμῷ, σφοδρότατα κολασθήσονται οἱ ἁμαρτωλοὶ ὡς σκορπίου παίσαντος αὐτούς· μετὰ δὲ τοῦτο ὑφειμένως, οὐ μὴν παντελῶς ἔξω κολάσεως ἐσόμεθα, καὶ τοσοῦτον ὡς ζητεῖν τὸν θάνατον καὶ μὴ τυγχάνειν αὐτοῦ. τίς γὰρ ἦν ἀνάγκη ζητεῖν θάνατον τοῖς παντελῶς μὴ κολαζομένοις; φεύγει δέ φησιν ὁ θάνατος ἀπ' αὐτῶν, συνδιαιωνίζουσι γὰρ τῇ κολάσει. καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων, καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν· καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολ λῶν, τρεχόντων εἰς πόλεμον· καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε· ἔχουσιν ἀπ' αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Βανδὼν καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολ λύων. οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχονται ἔτι δύο οὐαί. μετὰ ταῦτα γλαφυρῶς ἡμῖν ἅμα καὶ φοβερῶς τὸ κατὰ τοὺς σκώληκας διαγράφει ὁ θεσπέσιος εὐαγγελιστής. ἐν ἑκάστῳ δὲ τῶν περὶ αὐτοὺς λεγομένων, θαυμάσειεν ἄν τις 114 τὸ ἀκριβὲς τοῦ λόγου· οὐ γὰρ εἶπεν ὀδόντας εἶχον λεόντων καὶ οὐρὰς σκορπίων καὶ πρόσωπα ἀνθρώπων, ἀλλὰ τὸ ὡς ἐν ἑκάστῳ κείμενον, εἰκασμόν τινα καὶ λόγον ἐκφαῖνον παραβολικόν, οὐκ ἀλήθειαν. ἢ οὖν τὸ φοβερὸν αὐτῶν καὶ καταπληκτικὸν αὐτῶν διὰ τούτων ἐνδείκνυται, ἢ ἀληθῶς ἐσκιαγράφησεν αὐτῶν τὴν μορφήν. καὶ ἔχουσί φησιν ἐπ' αὐτοὺς βασιλέα, τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ μὲν Βάδδον, Ἑλληνιστὶ δὲ Ἀπολλύων. καὶ τὸ ὄνομα ἢ πεποιημένον ἐστὶ καὶ κατάλληλον τῶν εἰς θεωρίαν προκειμένων, ἢ γοῦν οὐ μόνον εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν κατὰ τὸν θεῖον ἀπόστολον, ἀλλὰ καὶ πνεύματα εἰς κόλασιν ἀποστελλόμενα διὰ τοὺς ἀξίους κολάσεως· ὁποῖος ἦν καὶ ἐκεῖνος ὁ ἐν μιᾷ νυκτὶ πατάξας τὰς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας τῶν Ἀσσυρίων, καὶ οἱ πυρπολήσαντες τὰς πέντε Σοδομικὰς πόλεις. ἡ οὐαί φησιν ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα. τὸ οὐαὶ ἐπίρρημα ὑπάρχον σχετλιασμοῦ τὰ ὄντα αὐτοῖς καὶ ἐσόμενα ἐνδείκνυται κακά. ἡ μία οὖν φησιν εἴρηται κόλασις· λεχθήσονται δὲ δύο λοιπαί. καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε· καὶ ἤκουσα φωνὴν μεγάλην ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ, λέγουσαν τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. καὶ ἐλύθησαν οἱ τέσσαρες 115 ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων. καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ μυριάδες μυριά δων· ἤκουσα δὲ τὸν ἀριθμὸν αὐτῶν. καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει· καὶ τοὺς καθημένους ἐπ' αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακίνθους καὶ θεοειδεῖς· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ ἐκ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν· ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστι καὶ ἐν ταῖς οὐραῖς αὐτῶν, ὅμοιοι ὄφεων ἐχούσαις κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν. σαλπίσαντός φησι τοῦ ἀγγέλου ἤκουσα φωνὴν ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου. κέρατα θυσιαστηρίου, τοὺς ἐν ἀγγέλοις προὔχοντας καὶ τῶν ἄλλων ὑπερεξέχοντάς φησι. χρυσοῦν δὲ λέγει τὸ θυσιαστήριον, διὰ τὸ ἔντιμον αὐτοῦ καὶ θεῖον, ἐκ τῆς παρ' ἡμῖν τιμίας ὕλης, τὸ θυσιαστήριον θαυμάσιον ζωγραφῶν. ὥσπερ δὲ τὰ κέρατα τοῦ θυσιαστηρίου ἄρχοντας τῶν ἀγγέλων ἐνοήσαμεν. οὕτως