1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

16

καθαρισθήσεται ψυχὴν καὶ σῶμα. τοῦτο γάρ ἐστι τὰ καινὰ καὶ λευκὰ ἱμάτια. καὶ κουλλούριόν φησιν ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς. πρός τινας τῶν ἀμβλυωπούντων περὶ τὸ νοητὸν τοῦ Κυρίου φῶς, ἐπονειδίζουσα ῥῆσις Ἱερεμίου φησίν· ἰδού, οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή. διὰ τοῦτο τὴν συνεκτικὴν τῆς τοιαύτης πηρώσεως μετάνοιαν ὑπελθεῖν συμβουλεύεται, ὥσπερ καὶ ἡ ἄκαρπος συκῆ τὴν διὰ τῶν κοπρίων ἐξαγόρευσιν καὶ ἀτιμοτέραν διαγωγήν. ἐγώ φησιν οὓς ἂν φιλῶ, ἐλέγχω καὶ παιδεύω. ὦ τοῦ ὑπερβάλλοντος μεγέθους τῆς ἀγάπης τοῦ Χριστοῦ. τούτους γὰρ τοιούτους ὄντας οἵους ὁ λόγος ἔγραψεν, ἀγαπᾶν ἐπαγγέλλεται, διὸ ἐλέγχει τε καὶ παιδεύει καὶ ζηλοῦν τὰ τῶν ἔργων κρείττονα, καὶ μετανοεῖν ἐφ' οἷς ἐξήμαρτον. ἰδού φησιν ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ' αὐτοῦ καὶ αὐτὸς μετ' ἐμοῦ. τὸ πρᾶον καὶ εἰρηνικὸν ὁ Κύριος ἐνδείκνυται τὸ ἑαυτοῦ. ὁ μὲν γὰρ ∆ιάβολος πελέκει καὶ λαξευτηρίῳ κατεάσσει τὰς θύρας τῶν μὴ δεχομένων αὐτὸν κατὰ τὴν τοῦ προφήτου φωνήν. ὁ δὲ Κύριος καὶ νῦν καὶ ἐν Τοῖς Ἄσμασιν τῇ νύμφῃ φησὶν ἄνοιξόν μοι, ἀδελφή μου νύμφη. καὶ εἰ μέν τις ἀνοίξει αὐτῷ, εἰσέρχεται. τὸ δὲ δεῖπνον τὸ μετὰ τοῦ Κυρίου τὴν 67 τῶν ἁγίων μυστηρίων μετάληψιν αἰνίττεται. τῷ νικῶντί φησιν τὸν ἐχθρόν, δώσω καθίσαι ἐν τῷ θρόνῳ μου, τουτέστι, συμβασιλεύσει μοι. εἴρηται γὰρ τῷ σοφωτάτῳ Παύλῳ, εἰ συμπάσχομεν, καὶ συμβασιλεύσομεν αὐτῷ. ὡς καὶ ἐγὼ ἐνίκησά φησι, καὶ συμβασιλεύω τῷ Πατρί μου. εἴρηκεν γὰρ καὶ ἐν Εὐαγγελίοις ὁ Κύριος· θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. καὶ μετὰ ταῦτα εἶδον, καὶ ἰδού, θύρα ἐν τῷ οὐρανῷ ἀνεωγ μένη· καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλοῦσα μετ' ἐμοῦ, λέγων ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδού, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθή μενος ὅμοιος ὁράσει σμαραγδίῳ. οὐκ ἐπειδὴ θύρα τίς ἐστιν ἐν τῷ οὐρανῷ κατὰ καιρὸν κλειομένη καὶ ἀνοιγομένη, ἀλλ' οὕτως ὤφθη τῷ εὐαγγελιστῇ ἵνα ἴδῃ τὰ ὑπερουρανία. πάσης γὰρ θύρας ἀνεωγμένης, τὰ ἔνδον ἐπάναγκες καθορᾶσθαι. καὶ φωνὴν ἤκουσά φησιν, ἥτις ὡς σάλπιγξ ἠχήσας τάδε εἶπε πρός με· ἀνάβηθί φησιν ὧδε ἵνα ἴδῃς τὰ μέλλοντα ἔσεσθαι. καὶ ἐν πνεύματι ἀνελθώνοὐ γὰρ σωματικὴ οὐδ' αἰσθητὴ γέγονεν ἡ ἄνοδοςὁρῶ φησιν, θρόνον, καὶ τὸν Θεόν, καὶ πνεῦμα ἐπ' αὐτῷ ὅμοιον ἰάσπιδι καὶ σαρδίῳ. οὐ τούτοις ὅμοιος ὁ Θεός, ἄπαγε, οὐδέ τινι τῶν αἰσθητῶν, ἢ ὅλως σώματι ὁ ἀόρατος καὶ ἀσώματος καὶ ἀσχημάτιστος, οὗ τὸ ἀόρατον τὰ Σεραφὶμ ἐνδεικνύμενα σκέπουσι ταῖς πτέρυξι τὰ πρόσωπα ἑαυτῶν. καὶ τῷ Μωϋσεῖ δὲ χρηματίζων ὁ Θεὸς ἔλεγεν· 68 οὐδεὶς ὄψεταί μου τὸ πρόσωπόν μου καὶ ζήσεται. ἀλλὰ καὶ αὐτὸς ὁ εὐαγγελιστὴς ὡς ἐν ἀποφάσει φησί· Θεὸν οὐδεὶς ἑώρακε πώποτε. οὐκ ἄρα οὖν ὤφθη ὅμοιός τινι ὁ Θεός, ἀλλ' ἐκ τῶν ἐνεργειῶν τοῦ Θεοῦ ἡ ὅρασις αὐτοῦ ἐζωγραφήθη τῇ ἀποκαλύψει. ἡ μὲν γὰρ ἴασπις. λίθος δὲ αὕτη τιμία σμαραγδοειδής τίς ἐστιν καὶ χλοερά, ἰῷ ἀσπίδος προσεοικυῖα, ἐξ οὗ καὶ τὸ ὄνομα ἐκληρώσατο. τὸ δὲ σάρδιον ἄλλη τιμία λίθος, πυραυγῆς καὶ αἱματώδης. αἰνίττεται δὲ ἡμῖν ἡ ἴασπις τὸ φερέσβιον τοῦ Θεοῦ, καὶ ποριστικόν, ἐπεὶ καὶ πᾶσα τροφὴ ἀνθρώπων τε καὶ τετραπόδων καὶ πτηνῶν καὶ τῶν ἑρπηστικῶν θηρίων τὴν ἀρχὴν, καὶ οἷον τὴν αἰτίαν, ἀπὸ χλόης ἀρχομένην ἔχει. φησὶ γὰρ ὁ προφήτης· ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ. καὶ πάλιν ἐν τῇ κοσμοποιίᾳ φησὶν ὁ Θεός· ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου· σπεῖρον σπέρμα κατὰ γένος. ἡ μὲν οὖν ἴασπις ταῦτα παραγυμνοῖ. τὸ δέ γε σάρδιον τὸ φοβερὸν γράφει τοῦ Θεοῦ· ὁ Θεὸς ἡμῶν γὰρ πῦρ καταναλίσκον φησὶν ὁ ἱεροφάντης Μωσῆς, ἀλλὰ καὶ ὁ προφήτης πρὸς αὐτὸν ἀναφωνεῖ· σὺ φοβερὸς εἶ καὶ τίς ἀντιστήσεταί σοι κατὰ πρόσωπόν σου; τούτῳ συμφώνως ὁ σοφὸς ἀπόστολος γράφει· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.