1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

29

μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς, τίνες εἰσὶ καὶ πόθεν ἦλθον; καὶ εἴρηκα αὐτῷ, Κύριέ μου, σὺ οἶδας. καὶ εἶπε μοι· οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης καὶ ἐπλάτυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου. διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθή μενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ' αὐτούς. οὐ πεινάσουσιν ἔτι, οὔτε μὴν διψήσουσιν, οὐδὲ μὴ πέσῃ ἐπ' αὐτοὺς ὁ 100 ἥλιος, οὐδὲ πᾶν καῦμα· ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. τῶν ἐθνῶν μὲν οὖν αἱ ἀμύθητοι μυριάδες, αἱ τὴν πίστιν δεξάμεναι Χριστοῦ καὶ τῆς μακαρίας τετυχηκυῖαι λήξεως, τὸν ἔνδοξον ἐκληρώσαντο χῶρον, ἐνώπιον ἑστῶσαι τοῦ Κυρίου καὶ τοῦ πατρικοῦ αὐτοῦ θρόνου καθὼς πρόσθεν εἴρηται. τὸ δέ γε περιβεβλῆσθαι αὐτοὺς στολὰς λευκὰς δεῖγμα τῆς κατὰ τὸν βίον αὐτῶν ὑπάρχει καθαρότητος. οἱ δέ γε φοίνικες, νίκης ὑπάρχοντες σύμβολον, ἐπαγάλλεσθαι αὐτοὺς τῇ Χριστοῦ νίκῃ τῇ κατά τε τῶν νοητῶν ἐχθρῶν καὶ τῶν αἰσθητῶν ὑπεμφαίνουσι. κράζουσι δέ· ἡ σωτηρία τῷ θεῷ ἡμῶν καὶ τῷ ἀρνίῳ, παρ' αὐτοῖς εἶναι τὴν σωτηρίαν ὁμολογοῦντες, ὅτι τῆς τοῦ κόσμου πανωλεθρίας διεσώσαντο τοὺς σφραγισθέντας δούλους τοῦ Θεοῦ. ἧς γενομένης εὐχαριστίας, τὰ ἐν οὐρανῷ λειτουργικὰ τάγματα σὺν τοῖς πρεσβυτέροις ὑπήκουσαν τὸ ἀμήν, τοῖς εἰρημένοις τὴν ἑαυτῶν προσχρήσαντες συγκατάθεσιν. εἶτα καὶ ἴδιον οἱ θεῖοι ἄγγελοι προσάγουσιν αἶνον τῷ Θεῷ, ἑπτὰ τιμαῖς αὐτὸν γεραίροντες, ὅπερ, ὡς πρόσθεν εἴρηται, τὸ ἀκατάληκτον αἰνίττεται τῆς τῶν ἀγγέλων δοξολογίας· τέλειος γὰρ ὁ ἑπτὰ ἀριθμός. τὸ δὲ ἕνα τῶν πρεσβυτέρων ἐρωτᾶν τὸν εὐαγγελιστὴν τίνες εἶεν οἱ ἐξ ἐθνῶν, οἱ τὰς λευκὰς ἠμφιεσμένοι στολάς, οὐκ ἀγνοοῦντος ἦν, ἀλλὰ διερεθίζοντος 101 αὐτὸν γνῶναι τὰ περὶ αὐτῶν. διὸ καί φησιν οὗτοί εἰσιν οἱ ἐρχομένοι ἐκ τῆς θλίψεως τῆς μεγάλης· οὐ μικρὸν γὰρ οἱ δίκαιοι, ἀλλὰ καὶ λίαν μέγαν ἔσχον ἀγῶνα ἐν τῇ τοῦ ἀντιχρίστου ἐπικρατείᾳ. καὶ ἔπλυνάν φησι τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου· καίτοιγε ἀκόλουθον ἦν τὰς ἐν αἵματι βαφείσας στολὰς φοινικὰς μᾶλλον ἤπερ λευκὰς ἀποβῆναι. πῶς οὖν γεγόνασι λευκαί; ὅτι τὸ βάπτισμα εἰς τὸν θάνατον τοῦ Κυρίου τελούμενον, ὡς τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ, σμηκτικὸν ὑπάρχον ῥύπου παντὸς τοῦ ἐξ ἁμαρτίας, λευκοὺς καὶ καθαροὺς ἀποδίδωσι τοὺς βαπτιζομένους ἐν αὐτῷ. ἀλλὰ καὶ ἡ μετάληψις τοῦ ζωοποιοῦ αἵματος τοῦ Χριστοῦ τοῦτο χαρίζεται· περὶ πολλῶν γὰρ καὶ ὑπὲρ πολλῶν ἐκχέεσθαί φησιν ὁ Κύριος περὶ τοῦ ἰδίου αἵματος εἰς ἄφεσιν ἁμαρτιῶν. οὗτοι μὲν οὖν λατρεύουσι τῷ Θεῷ εἰς αἰῶνα· ὁ δὲ Θεὸς ἐν αὐτοῖς κατασκηνοῖ. τὴν δέ γε κατασκήνωσιν τοῦ Θεοῦ, ἔφη τις τῶν ἁγίων, τὸ ἀδιάλειπτον αὐτοῦ μνήμην παραμένειν ταῖς τῶν ἁγίων ψυχαῖς· εἰκότως οὖν κατασκηνοῖ ὁ Θεός. τῆς ἡμέρας καὶ νυκτὸς λατρεύουσιν αὐτῷ. οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, πρότερον μὲν γὰρ διὰ παντὸς ἦλθον πειρασμοῦ οἱ ἐξ ἐθνῶν· νῦν δέ γε κορεσθήσονται τῶν ἀμυθήτων ἀγαθῶν. οὐδὲ μὴ πέσῃ φησὶν ἐπ' αὐτοὺς ὁ ἥλιος. πειρασμὸς ὁ ἥλιος ἔν τισι τροπολογεῖται παρὰ τῇ θείᾳ γραφῇ· πῆ μὲν λέγοντος τοῦ προφήτου ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα, πῆ δὲ γράφοντος τοῦ εὐαγγελιστοῦ ὡς ἐπιλάμψας ὁ ἥλιος ἐξήρανε τὰ ἐν τοῖς πετρώδεσιν ἐξανατείλαντα σπέρματα, πειρασμὸν τὸν ἥλιον ἑρμηνεύων. φησὶν οὖν ἐν τῷ παρόντι ὅτι πειρασμὸς οὐκ ἂν αὐτοὺς ἀδικήσειε τοῦ λοιποῦ· 102 ἠξίωνται γὰρ ὑπὸ τοῦ Χριστοῦ ποιμαίνεσθαι καὶ ἐπὶ ὑδάτων ζωῆς ἐκτρέφεσθαι. καὶ ἐξαλείψει φησὶν ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν. τοῖς γὰρ οὕτως βεβιωκόσι τε καὶ ἠγωνισμένοις μετὰ μελείας μὲν ἀνωφελοῦς οὐκ ὀφείλεται δάκρυον, οὐτὲ ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ἀγαθὸν δὲ ἅπαν καὶ ὑπερφυές. καὶ ὅτε ἤνοιξε τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμίωρον. καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ