1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

4

φησιν γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν. βασιλεύει μὲν οὖν ὁ Χριστὸς καὶ τῶν ἐν οὐρανοῖς ἁπάντων. ἀλλὰ νῦν τέως περὶ τῶν ἐπὶ γῆς λέγει· προϊὼν δὲ δείκνυσιν αὐτὸν καὶ τῶν ἐν οὐρανοῖς ἁγίων ταγμάτων βασιλεύοντα. τῷ ἀγαπήσαντί φησιν ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ· καὶ ἐποίησεν ἡμῖν βασι λείαν, ἱερεῖς τῷ Θεῷ καὶ προφήτας αὐτοῦ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. ἡ σύνταξις τοῦ ῥητοῦ ἀπὸ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ἐπάνεισιν. αὐτῷ φησιν, ἡ δόξα καὶ τὸ κράτος τῷ ἀγαπήσαντι ἡμᾶς· πῶς γὰρ οὐκ ἠγάπησεν ὁ ἑαυτὸν δοὺς ἀντίλυτρον ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς; καὶ λούσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γὰρ ἦρεν τὸ καθ' ἡμῶν χειρόγραφον ὃ ἦν ὑπεναντίον ἡμῶν ἐν τοῖς δόγμασιν· καὶ προσήλωσε τῷ ξύλῳ τοῦ σταυροῦ αὐτοῦ, ἐκτείνας ἡμῶν τὰς ἁμαρτίας τῷ οἰκείῳ θανάτῳ καὶ ἡμᾶς ἐν τῷ αἵματι αὐτοῦ ἐλευθέρους πλημμελημάτων ἀφείς, τῷ αὐτὸν ὑποταγῆναι ἀχρὶ θανάτου καὶ θανάτου σταυροῦ τὴν ἡμῶν ἰασάμενος παρακοήν. καὶ ἐποίησεν ἡμῖν βασιλείαν. καὶ τίς ἡ ἐν τῷ γενέσθαι ἡμᾶς φησιν ἱερεῖς τῷ Θεῷ καὶ προφήτας αὐτοῦ ὠφέλεια; τὸ γὰρ τούτων ἠξιῶσθαι τοῦς ἀνθρώπους καὶ τὴν μέλλουσαν ἡμῖν βεβαιοῖ βασιλείαν καὶ ἐν τῷ πα 37 ρόντι δόξαν ἀμύθητον προξενεῖ. τοῦ γὰρ ἀποπλῦναι ἡμῶν τὰς ἁμαρτίας τῷ οἰκείῳ αἵματι, τοῦτο μεῖζον καὶ παραδοξότερον, καὶ τῆς θείας δωρεᾶς ἐπάξιον. τὸ δὲ ἱερεῖς ἡμᾶς Θεοῦ καὶ προφήτας γενέσθαι τοὺς οὐδὲν προεισενεγκόντας, τῆς τοιαύτης δωρεᾶς. ἰδοὺ ἔρχεται ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ κόψονται ἐπ' αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς· ναὶ ἀμήν. τὸ ἔρχεσθαι αὐτὸν ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἔφη περὶ ἑαυτοῦ ὁ Κύριος ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ οὕτω λέγων· καὶ αἱ δυνάμεις αἱ ἐν τῷ οὐρανῷ σαλευθήσονται· καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης· ὥσπερ γὰρ οἶμαι ἀνιόντος αὐτοῦ ἐν τοῖς οὐρανοῖς ἐν τῇ τῆς ἀναλήψεως ἡμέρᾳ γέγραπται ἐν ταῖς Πράξεσιν, ὅτι νεφέλη αὐτὸν ὑπέλαβεν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, οὕτω πάλιν ἥξει μετὰ νεφέλης. οἶμαι δὲ τροπικῶς τὴν θείαν γραφὴν τοὺς ἁγίους ἀγγέλους νεφέλας καλεῖν διὰ τὸ κοῦφον αὐτῶν καὶ μετάρσιον καὶ ἀεροβατές, ὡσεὶ ἔλεγεν ἥξει ὁ Κύριος θείοις ἀγγέλοις ἐποχούμενος καὶ δορυφορούμενος. οὕτω γὰρ αὐτὸν καὶ ὁ προφήτης εἰσάγει λέγων καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη· ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. καὶ ὄψεται αὐτόν φησιν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν. οὐκ ἐν παραβύστῳ γὰρ ἐλεύσεται ἐν τῇ δευτέρᾳ αὐτοῦ τῇ ἐνδόξῳ παρουσίᾳ, οὔτε λαθραίως, ὡς τὸ πρότερον, ἡνίκα μετὰ σαρκὸς ἐπεφοίτα τῷ κόσμῳ· ἧς παρουσίας τὸ συνεσκιασμένον δηλῶν ὁ προφήτης ἔλεγεν· καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὥσει σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. ἀλλ' ἐν παρρησίᾳ καὶ φανερῶς ὡς παντὶ ὀφθῆναι ὀφθαλμῷ, καὶ τοῖς λίαν ἁμαρτωλοῖς καὶ ἀσεβέσιν. ὧν ἐν τῇ μερίδι τακτέον τοὺς εἰς αὐτὸν 38 παροινήσαντας ἢ ἐκκεντήσαντας. καὶ κόψονται ἐπ' αὐτόν φησιν πᾶσαι αἱ φυλαὶ τῆς γῆςαἱ ἐπιμείνασαι τῇ ἀπιστίᾳ δηλονότι, καὶ μὴ ἑλόμεναι κλῖναι τὸν ἑαυτῶν αὐχένα τῷ σωτηρίῳ αὐτοῦ ζυγῷ. τὸ δὲ ἐπ' αὐτὸν, ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ καὶ παρουσίᾳ νοήσεις. εἶτα τὸ πάντως ἐσόμενον δηλῶν, προσέθηκεν Ναὶ ἀμήν, μόνον οὐχὶ λέγων ἀκριβῶς ἔσται ταῦτα καὶ ἀναμφισβητηκώς, ὥσπερ γὰρ παρ' Ἕλλησι τὸ ναὶ τὴν συγκατάθεσιν τῶν ἐσομένων ἐνδείκνυται, οὕτω καὶ τὸ ἀμὴν παρὰ τοῖς Ἑβραίοις. ἐγώ εἰμι τὸ ˉα καὶ τὸ ˉω, λέγει Κύριος ὁ Θεός· ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ, καὶ Κύριος τῆς κτίσεως. τὸ μὲν ˉα, ἀρχήν, τὸ δὲ ˉω, τέλος δηλοῖ, ἐγὼ οὖν φησίν εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, διὰ μὲν τοῦ πρώτου, τὸ ἀνάρχον τοῦ Θεοῦ, διὰ δὲ τοῦ τελευταίου, τὸ ἀτελεύτητον δηλῶν. ἐπειδὴ γὰρ οὐκ ἔστιν παρὰ ἀνθρώποις ἀνάρχον τι καὶ ἀτελεύτητον, τῇ παρ' ἡμῖν ἀρχῇ καὶ τῷ τέλει ἀντὶ ἀνάρχου καὶ ἀτελευτήτου κατεχρήσατο. τοῦτο καὶ διὰ τοῦ Ἡσαίου ἔλεγεν ὁ Θεός· ἐγὼ Θεὸς πρῶτος· καὶ εἰς τὰ