1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

79

ἄλλοι ἀντ' αὐτῶν γεγένηνται, ἀλλ' ὅτι ἀποβεβλήκασιν αὐτῶν οἱ νῦν ὄντες τὴν φθορὰν καὶ καινοὶ γεγένηνται, ὥσπερ ἱμάτιον παλαιὸν καὶ πιναρὸν ἀπαμφιασάμενοι τὸν ἐν αὐτοῖς ῥύπον· καινὸν γὰρ ἅπαν καλεῖται τὸ μὴ ὂν μὲν τοιοῦτον πρότερον, νῦν δὲ γενόμενον. τότε δὲ γενήσεται ἡ κτίσις καθαρὰ φθορᾶς ἁπάσης, ἣν ἀνεμάξατο τῇ παραβάσει τῶν ἀνθρώπων. καὶ μάρτυς τούτων ἀξιοπιστότατος ὁ θεῖος ἀπόστολος Ῥωμαίοις ἐπιστέλλων καὶ τάδε γράφων περὶ τῆς κτίσεως ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται· τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίσιν ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. οὐ μόνον δὲ αὐτὸς ἀλλὰ καὶ ὁ θεσπέσιος προφήτης ψάλλων περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατὰ τὴν ἀρτίως παρατεθεῖσαν μαρτυρίαν· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται. καὶ τὴν πόλιν φησὶ τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ ἡτοιμασμένην, ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. διὰ τῆς Ἱερουσαλὴμ τὴν 233 μακαρίαν λῆξιν καὶ κατασκήνωσιν τῶν ἁγίων αἰνίττεται, ἥντινα καλέσας Ἱερουσαλὴμ τροπικῶς καὶ νῦν καὶ ἐπὶ τοῖς ἔπειτα, μεγαλοπρεπῶς καὶ εὐπρεπῶς κεκόσμηκεν, ἵνα ἐκ τῶν αἰσθητῶς λεγομένων εἰς τὴν νοητὴν τῶν ἁγίων μακαριότητα καὶ διαγωγὴν τὸν νοῦν παραπέμψωμεν τὸν ἡμέτερον. καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ' αὐ τῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ' αὐτῶν ἔσται αὐτῶν ὁ Θεός, καὶ ἐξαλείψει πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκέτι ἔσται· οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι. τὰ πρῶτα ἀπῆλθε. καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει· γράψον, ὅτι οὗτοι οἱ λόγοι πι στοὶ καὶ ἀληθινοί εἰσιν. οὐ καλῶς ἔλεγον ἐν τοῖς ἔμπροσθεν ὅτι τὴν τῶν ἁγίων λῆξιν καὶ τὴν ἐκεῖ κατοικίαν τροπικῶς νοητὴν Ἱερουσαλὴμ ἡ θεωρία καλεῖ; ἰδοὺ νῦν ἀπεκάλυψε τὸ αἴνιγμα, εἰποῦσα ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων καὶ σκηνώσει μετ' αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς Θεὸς μετ' αὐτῶν ἔσται αὐτῶν Θεός. τοῦτο σαφέστερον ὁ ἀπόστολος δηλῶν ἔλεγεν ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἁπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. καὶ ἐξαλείψει φησὶ πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. καὶ τούτου ὅμοιον ἔφη Ἡσαΐας ὁ 234 προφήτης, εἰπὼν κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. εἰ γὰρ κατὰ τὸν θεῖον ἀπόστολον ἐν τῇ μακαρίᾳ ἐκείνῃ Τῶν Ἁγίων Ζωῇ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ποῖον ἔσται λοιπὸν δάκρυον, τούτων ἀποδράντων; τὰ πρῶτά φησιν ἀπῆλθεν. πέρας φησὶν ἔσχεν ἡ τῶν ἁγίων κακοπάθεια. νῦν αἱ ἀμοιβαὶ τῶν πόνων παρέχονται. ἰδού φησι καινὰ ποιῶ πάντα. εἰ γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα καινοί, ἔτι δὲ καὶ οἱ ἄνθρωποι καὶ καινὰ τὰ τῆς χαρᾶς αὐτῶν καὶ δόξης, δακρύοις ἢ πένθεσιν ἢ ἀδοξίαις οὐ διακοπτόμενα, ἄρα πάντα ἔσται καινά. μὴ νόμιζε δέ φησιν, ὦ Ἰωάννη, τῇ τοῦ μεγέθους ὑπερβολῇ φαντασίαν ἔχειν τινὰ ἢ ψεῦδος τὰ λεγόμενα καὶ δεικνύμενά σοι· πάντα πιστά ἐστιν καὶ ἀληθῆ· διὸ γράψον αὐτά· καὶ εἶπέ μοι γεγόνασιν· ἐγώ εἰμι τὸ ˉα καὶ τὸ ˉω· ἀρχὴ καὶ τέλος. ἐγὼ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ Θεός, καὶ αὐτός μοι υἱός. τοῖς δὲ λοιποῖς καὶ ἀπί στοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμα κοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι· τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος. γεγόνασί φησι. τί γεγόνασιν; ταῦτα, τουτέστι τὰ εἰρημένα, καὶ οὐδὲν ἐπ' αὐτοῖς ψευδές. τὸ γεγόνασιν ἀντὶ τοῦ γενήσονται τέθεικεν. ἐγώ εἰμί φησι τὸ ˉα καὶ τὸ ˉω· ἡ ἀρχὴ 235 καὶ τὸ τέλος. ἐπειδὴ τὰ πρότερον αὐτῷ εἰρημένα πάλιν ἀναλαμβάνει, καὶ