1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

88

ἕλοιτο καὶ τῶν τυχόντων, εἰ μὴ τοίγε Ἰωάννης ὁ τοσοῦτος, πλάττεσθαι λόγους ὡς ἐκ Θεοῦ, ὡς ὅσον οὔπω μέλλων τὸν κοινὸν ὑπιέναι θάνατον, καὶ εἰς χεῖρας ἀπιέναι Θεοῦ ἐναργέστερον ἤπερ οἱ τέως ἐν ζῶσιν ὄντες; γράφω οὖν ταῦτά φησι μονονουχὶ λέγων τῷ καλοῦντι με Χριστῷ πρὸς μετάστασιν ναί· ἔρχομαι ταχύ. ἀμήν· ἔρχου, Κύριε Ἰησοῦ. ἐπειδὴ ἐν τοῖς φθάσασιν εἶπε τὸ προφητικὸν πρὸς αὐτὸν πνεῦμα, καὶ ὁ ἀκούων φησὶν εἰπάτω τῷ Κυρίῳ ἔρχου, πειθαρχῶν τοῖς χρηματισθεῖσιν αὐτῷ, φησὶν ἀμήν· ἔρχου, Κύριε Ἰησοῦ· ὥσει ἔλεγε· ναὶ δέσποτα, Χριστέ, τάχυνον ἡμῖν τὴν σωτηρίαν καὶ τὴν δευτέραν σου παρουσίαν. 258 ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ μετὰ πάντων τῶν ἁγίων· ἀμήν. οἱ γὰρ βέβηλοι ἤδη προαπηλάθησαν τῆς τῶν ἁγίων διαγωγῆς καὶ τῆς εἰσόδου τῆς νοητῆς Ἱερουσαλήμ. τοῖς δέ γε ἐκκηρύκτοις πῶς ἂν ἐπέλθοι ἡ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν χάρις; ἧς μετόχους ποίησον ἡμᾶς, Χριστέ, διὰ τὴν ἀγαθότητά σου μόνην· πρέπει γάρ σοι δοξάζεσθαι νῦν καὶ ἀεὶ καὶ εἰς τὸν αἰῶνα ἀμήν #556 περὶ ταύτης τῆς θείας ἀποκαλύψεώς φασί τινες, θρασέως καὶ ἀμαθῶς τὰς γλῶσσας κινοῦντες, μὴ παρ' αὐτοῦ τοῦ θεσπεσίου Ἰωάννου καὶ εὐαγγελιστοῦ καὶ θεολόγου ταύτην συντετάχθαι· ἐξ οὗ δὴ καὶ ὡς ἐν παραβύστῳ τὴν παραδοχὴν ταύτην ἐπακροῶνται. τοῦτο δὲ οἶμαι οὐκ ἐξ ἀμαθίας οὐδ' ἀποκαλύψεως, ἐξ ἁπλότητος δὲ μόνον, εἰ καὶ τολμηρὸν εἰπεῖν, καὶ φιλοζωίας καὶ τῆς πρὸς τὰ γήϊνα προσπαθείας, τὸ ἀπότομον καὶ ἀναντίρρητον τῶν ἀποφάσεων δεδιότων· τῶν γὰρ θεσπεσίων καὶ ἁγίων πατέρων διαρρήδην ἐπιμαρτυρούντων, τίς ἱκανὸς πρὸς ταῦτα ἀποφθαλμεῖν ἢ εἰς νοῦν ὁπωσοῦν τοσοῦτον ἀφικέσθαι, ὡς οὐχὶ ταῦτα οὕτως ἔχει; καὶ γὰρ ὁ μέγας Βασίλειος ἐν τοῖς Κατὰ Εὐνόμιον αὐτοῦ συγγράμμασι τὴν ἀντίρρησιν τῶν ἀθεωτάτων αὐτοῦ βλασφημιῶν καὶ ληρημάτων ποιούμενος, περὶ ὧν ὁ θεῖος θεολόγος ἐμνημόνευσεν ἐν τῷ τετάρτῳ αὐτοῦ λόγῳ, ἐν ᾧ τάς τε ἀπορίας καὶ λύσεις ἐκ τῶν θεοπνεύστων γραφῶν εἰς τὰ ἀντιλεγόμενα περὶ τοῦ υἱοῦ διὰ τῆς καινῆς καὶ παλαιᾶς διαθήκης· οὗ ἡ ἀρχή· εἰ φύσει Θεὸς ὁ υἱός, Θεὸς δὲ φύσει καὶ ὁ πατήρ, οὐκ ἄλλος Θεὸς ὁ υἱός, ἕτερος δὲ ὁ πατήρ, ἀλλ' ὅμοιος. καὶ μεθ' ἕτερα· Μωϋσέως μὲν βοῶντος περὶ τοῦ υἱοῦ ὁ ὤν με ἀπέστειλε, τοῦ δὲ εὐαγγελιστοῦ Ἰωάννου· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ οὐχ ἅπαξ τὸ ἦν, ἀλλὰ τέταρτον, καὶ πάλιν ἀλλαχοῦ ὁ ὢν ἐκ τοῦ Θεοῦ, καὶ ὁ ὢν ἐν τοῖς κόλ 259 ποις τοῦ Πατρός, καὶ ἐν ἑτέροις· ὁ ὢν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ ἀποκαλύψει· ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος. καὶ οὐ διέστειλεν, ἀλλ' ἑπομένως τὴν τοῦ Παύλου πάλιν ἐπανελάβετο μαρτυρίαν. εἰ οὖν ἑτέρου τινὸς Ἰωάννου, ὡς ἡ ληρωδία ἔχει τῶν πολλῶν, ἡ ἀποκάλυψις αὕτη συνετέθη, ἐπὶ τῷ τοῦ συγγραψαμένου ὀνόματι ἔγραψεν ἂν καὶ ὁ μέγας Βασίλειος τοὺς ἐκ τῆς ἀποκαλύψεως λόγους· ἀλλὰ πρότερον μὲν ἐκθέμενος τὰ τοῦ Μωσέως, εἶτα τοῦ ἀποστόλου καὶ θεολόγου, καθὰ καὶ τὰ τοῦ ἀποστόλου Παύλου, οὐδενὸς ἑτέρου ἐδεήθη τούτοις ἐπιμαρτυρῆσαι. καὶ ταῦτα μὲν ἐκ τῶν ἀναντιρρήτων τοῦ μεγάλου καὶ ἁγίου Βασιλείου. ὁ δὲ μέγας Γρηγόριος ὁ τῆς θεολόγου ἐπώνυμος, εἰς τὴν τῶν ἕκατον πεντήκοντα ἐπισκόπων παρουσίαν ἀπολογούμενος, ὃν Συντακτήριον καλέουσι, φανερῶς ὄντως ἔγραψεν· μέχρι τίνος κληρονομήσετε τὸ ὄρος τὸ ἅγιόν μου, καὶ μεθ' ἕτερα· πείθομαι γὰρ ἄλλους ἄλλης προστατεῖν ἐκκλησίας, ὡς Ἰωάννης διδάσκει με διὰ τῆς ἀποκαλύψεως. ὁ δὲ Εὐσέβιος ὁ τοῦ Παμφίλου ἐν τῷ τρίτῳ αὐτοῦ λόγῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας ὧδέ πως ἔφη τὰ μὲν δὴ κατὰ Ἰουδαίους, ἐν τούτοις ἦν, καὶ μεθ' ἕτερα· ἐν τούτῳ κατέχει λόγος τὸν ἀπόστολον ἅμα καὶ εὐαγγελιστὴν Ἰωάννην ἔτι τῷ βίῳ ἐνδιατρίβοντα, τῆς εἰς τὸν θεῖον λόγον ἕνεκα μαρτυρίας Πάτμον οἰκεῖν καταδικασθῆναι τὴν νῆσον παρὰ ∆ομετιανοῦ τοῦ Οὐεσπασιανοῦ. γράφων γέ τοι ὁ Εἰρηναῖος περὶ τῆς ψήφου τῆς κατὰ τὸν ἀντίχριστον προσηγορίας λεγομένης ἐν τῇ Ἰωάννου λεγομένῃ Ἀποκαλύψει, αὐταῖς συλλαβαῖς ἐν πέμπτῳ τῶν Πρὸς Τὰς Αἱρέσεις ταῦτα περὶ τοῦ Ἰωάννου φησίν· εἰ δὲ δοκεῖ ἀναφανδὸν ἐν τῷ νῦν καιρῷ κηρύττεσθαι τὸ ὄνομα αὐτοῦ, δι' ἐκείνου ἂν ἐρρέθη τοῦ