1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

58

φρέασι ποταμοῖς τε, καὶ τοῦ ἀερίου ὃ ταῖς νεφέλαις ἐν τοῖς μετεώροις κρατούμενον εὔκαιρον δίδωσιν ἡμῖν ὑετὸν θείῳ προστάγματι καὶ τρέφει πᾶν ζῶον ἐπὶ τῆς γῆς. ἐπεὶ οὖν οὐκ ἄφθονον πᾶσι τὸ ὕδωρ, τέτακταί τις τῶν ἁγίων ἀγγέλων ἐπ' αὐτό, ὅπως ἀνενδεὲς καὶ ἀρκοῦν τῇ χρείᾳ τοῦτο παρέχηται τοῖς δεομένοις, ὃ δὴ πολλάκις ταῖς κακίαις ἡμῶν ἀνακοπὲν καὶ ἐλλεῖψαν τοὺς αὐχμοὺς καὶ τοὺς λιμοὺς καὶ τοὺς τούτοις ἑπομένους λοιμοὺς κατεργάζεται. τούτου δῆτά φησι τοῦ ἀγγέλου τοῦ ἐπὶ τῶν ὑδάτων προνοίᾳ Θεοῦ τεταγμένου ἤκουσα λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν ὁ ὅσιος. τὸ μὲν οὖν ὁ ὢν τὸ ἀτελεύτητον δηλοῖ τοῦ Θεοῦ· τὸ δὲ ἦν, τὸ ἄναρχον· ὁ δὲ ὅσιός ἐστιν ὁ ἐν πᾶσιν διὰ πάντων δίκαιος. ὅτι φησὶ ταῦτα ἔκρινας ἵνα οἱ ἐκχέαντες τὸ αἷμα τῶν ἁγίων αἷμα πίωσιν· ἀνάγκη γὰρ τοὺς ἐν πολέμοις παρὰ τὰ ὕδατα καὶ τοὺς ποταμοὺς ἐστρατοπεδευκότας μεμολυσμένον αἵματι πίνειν τὸ ὕδωρ ἐκ τῆς τῶν θνησκόντων ἀναιρέσεως· ᾧ σύμφωνον ἀγγέλου ἀναπέμπουσιν εὐχαριστίαν καὶ οἱ τὸ ἐπουράνιον κυκλοῦντες θυσιαστήριον. τὸ γὰρ εἰπεῖν ἤκουσα τοῦ θυσιαστηρίου τόδε τι λέγοντος τοὺς ἐν τῷ θυσιαστηρίῳ λειτουργοῦντας διασημαίνει. γένοιτο δὲ πάντων ἡμᾶς ἀπαλλαγέντας τῶν χαλεπῶν τῶν προρρηθησομένων εὐχάριστον ὕμνον ἀναπέμπειν Χρίστῳ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν #556 177 Λόγος ἔνατοσ αἱ μὲν τρεῖς ἐκχεθεῖσαι φιάλαι παρὰ τῶν τριῶν ἀγγέλων ἔδρασαν τὰ ἀναγεγραμμένα. τί δὲ καὶ ἡ τετάρτη καὶ ἡ πέμπτη, πεποίηκε σκοπητέον. καὶ ὁ τέταρτός φησιν ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί, καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ ἐβλασφή μησαν τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πλη γὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν. καὶ ὁ πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν. οὐ δὲ ταῦτα κατὰ τοὺς τῆς τροπῆς ἐξηγήσασθαι λόγους δυσχερές. τὸ γὰρ καυματίσαι τὸν ἥλιον τοὺς ἀνθρώπους εἴη ἂν ὁ αὐχμὸς καὶ ἡ συνοχὴ καὶ ἡ ἀπορία τῶν ἐν τοῖς πολέμοις ἀπολειφθέντων, οἵτινες τοῖς κακοῖς πιεζόμενοι, δέον αἰτήσασθαι παρὰ τοῦ δυναμένου Θεοῦ βοήθειαν καὶ ἀπαλλαγὴν τῶν κατεχόντων ἀνιαρῶν, οἵδε καὶ προσεβλασφήμησαν καὶ οὐ μετενόησάν φησι· καί τοι διὰ τοῦτο αἱ πληγαί, ἵν' ἐπειδὴ διὰ τῶν τοῦ Θεοῦ εὐεργεσιῶν οὐκ ἐπέγνωσαν τὸν δεσπότην, διὰ γοῦν τῶν κολάσεων ἐπιγνῶσιν. ἡ δὲ τοῦ πέμπτου φιάλη ἐξεχύθη φησὶν ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη. γέγρα 178 πται γὰρ τῷ ἀποστόλῳ περὶ τοῦ ἀντιχρίστου, ὃν ἀνελεῖ ὁ Κύριος τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ τῷ Ἡσαΐᾳ· ἀρθήτω ὁ ἀσεβὴς ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, δόξαν καλοῦντι τὴν ἔνδοξον τοῦ Κυρίου παρουσίαν. τὸ οὖν εἰρημένον ὅτι ἐξεχύθη ἡ φιάλη ἐπὶ τὸν θρόνον τοῦ θηρίου δηλοῖ ὅτι ἡ ἀσεβὴς τοῦ ἀντιχρίστου τέλος λήψεται τυραννίς, ἐλεεινῶς ἀναιρεθέντος αὐτοῦ, σκότος δὲ λήψεται πάντας τοὺς ὑπ' αὐτὸν τεταγμένους τῇ ἀπροσδοκήτῳ τίσει τοῦ καταράτου· σκότωσιν γὰρ λογισμῶν ὑπομείνωσιν ἀπορούμενοι τοῖς συμβεβηκόσι. καὶ ἐμασῶντό φησι τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πυρός. τοῦτο ἐφ' ἑκάστης θλίψεως ὑπερτάτης συμβαίνειν εἴωθεν, εἰ γε τὰς γλώσσας ἤ τι τοῦ σώματος μέρος τοῖς ὀδοῦσιν ἀπολαμβάνειν εἰώθασι, τὸ πολὺ τῆς θλίψεως ἐντεῦθεν οἰόμενοι κενοῦν. οἱ καὶ αὐτοί, δέον μετανοῆσαι εἰ καὶ μὴ δι' ἄλλο τι, διὰ μέντοι τὴν τοῦ ἀντιχρίστου κατάλυσιν, ὃν ἑαυτοῖς ἐχειροτόνησαν βασιλέα καὶ θεόν, καὶ προσεβλασφήμησαν τὸν ὄντως Θεὸν διὰ τὴν τοῦ ἀλητηρίου καθαίρεσιν. καὶ ὁ ἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμάσθῃ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα ἀκάθαρτα τρία ὡς βάτραχοι· εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ