1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

68

μετὰ τοῦ ἄρχοντος Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο, καὶ πάλιν καὶ οὐκ ἔστι τις ἀντεχόμενός μου ὑπὲρ τούτου ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν, καὶ πάλιν καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· ἐκκλησιῶν δὲ τῆς παρούσης ἀποκαλύψεως ἐν τοῖς φθάσασι τοῦτο εἰπούσης, ᾗ συνῳδὰ γράφων ὁ ἐν ἁγίοις Γρηγόριός φησι περὶ τῶν ἁγίων ἀγγέλων πείθομαι γὰρ ἄλλον ἄλλης προστατεῖν ἐκκλησίας, καθὼς Ἰωάννης με διδάσκει διὰ τῆς ἀποκαλύψεως· τοῦ δὲ καθ' ἕκαστον ἐν τῷ εἰρῆσθαι τῷ προφήτῃ παρεμβαλεῖ ἄγγελος τοῦ Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν 204 καὶ ῥύσεται αὐτούς, ἔτι δὲ καὶ τοῦ ἀποστόλου γράφοντος περὶ τῶν ἁγίων ἀγγέλων οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; ἐπεὶ οὖν ταῦτα ἀκούουσι παρ' ἡμῖν δογματιζόμενα, φασὶ πρὸς ἡμᾶς τί τὰ αὐτὰ ἡμῖν δοξάζοντες, ὦ οὗτοι, καταμέμφεσθε τὸ παρ' ἡμῖν δόγμα τὸ τοὺς ἐθνάρχας θεοὺς παρατιθέμενον· οὓς γὰρ ὑμεῖς ἀγγέλους φατέ, τούτους ἡμεῖς θεοὺς ὀνομάζομεν, ὡς μόνον ἡμᾶς περὶ τὰ ὀνόματα, οὐκέτι δὲ καὶ περὶ τὰ πράγματα διαφωνεῖν· μὴ ὅτι γε καὶ θεοὺς λέγετε τάγμα ἀγγέλων καλούμενον, ὡς μηδὲ περὶ τὰ ὀνόματα εἶναι ἡμῖν τὴν διαφοράν. πρὸς οὓς λεκτέον ὦ κατάρατοι καὶ τοῖς ἔργοις τῶν ὑμετέρων προσκυνοῦντες χειρῶν, καὶ θεοὺς στησάμενοι χθὲς καὶ πρώην οὓς ἐπὶ πᾶσι τοῖς αἰσχροῖς ἐγνωρίσατε, οἳ τὰ πλεῖστα τῶν παρ' ἡμῖν θείων δογμάτων ὑφελόμενοι ταῦτα φέροντες τοῖς ὀλεθρίοις ὑμῶν ἐγκατεμίξατε δόγμασιν, ἀλλ' ὡς ὁδηγῷ νῷ καὶ οὐ Θεῷ χρώμενοι οὐκ ἰσχύσατε διασῶσαι τὴν περὶ πάντα τῶν ἡμετέρων δογμάτων εὐγένειαν, μικρὸν δὲ ἀκολουθήσαντες αὐτοῦ που περὶ τὴν πρώτην ἀφετηρίαν ἐναυαγήσατε. διὸ οὐδὲν κοινὸν ἡμῖν καὶ ὑμῖν ὥσπερ οὐδὲ φωτὶ πρὸς σκότος ἢ Χριστῷ καὶ Βελίαρ (σιξ) γραφικῶς. ὑμεῖς μὲν γὰρ ἐθνάρχας ὑποτιθέμενοι θεούς, μᾶλλον δὲ ἀκαθάρτους δαίμονας, ἑαυτοὺς εἰσάγετε τούτοις τὸ σέβας ἀνατιθέντας καὶ προσκυνεῖσθαι βουλομένους ὡς θεούς, καὶ δὴ καὶ παρ' ὑμῶν θειαζομένους καὶ μηδένα λόγον ποιουμένους τοῦ τάξαντος εἰς τὴν τῶν ἀνθρώπων κηδεμονίαν Θεοῦ, ἀλλ' οἰκείᾳ βουλῇ τὰ ἔθνη διοικοῦντας ὡς ἂν ἐθελήσωσιν αὐτοί. διὸ Ἄρεϊ μὲν Σκύθους καὶ Γερμανοὺς ἀπενείματε τοὺς ἀγριωτάτους 205 καὶ αἱμοβόρους, τοιούτους γεγονότας ὡς παρὰ τοῦ βροτολοιγοῦ καὶ μιαιφόνου διοικουμένους Ἄρεως, Ἕλληνας δὲ ὡς συνετοὺς Ἀθηνᾶ, παρ' αὐτῆς λαχόντας τὴν σύνεσιν, καὶ ἄλλῳ ἄλλους, καὶ ἕκαστον τῶν θεῶν πρὸς τὰ οἰκεῖα πάθη τὰ ἔθνη ῥυθμίζοντα. ἡμεῖς δὲ τί φαμεν ἐκ τῶν παρόντων ἐπιγνώσῃ. βουλομένου γὰρ τὸν θεῖον ἄγγελον προσκυνῆσαι τοῦ εὐαγγελιστοῦ, καὶ οὐχ ὡς θεὸν προσκυνῆσαι τίς γὰρ μᾶλλον ἠπίστατο τοῦ Ἰωάννου τίς τέ ἐστιν ὁ φύσει καὶ ἀληθῶς Θεός, τίνες δέ εἰσιν οἱ ἄγγελοι, ὅτι λειτουργοὶ καὶ δοῦλοι καὶ κτίσματα τυγχάνουσι τοῦ Θεοῦ; ὅμως καὶ αὐτὴν τὴν ὡς ἀγγέλου προσκύνησιν φαίνεται παραιτούμενος, ἐπειδὴ ὅλως ἐστὶ προσκύνησις, καὶ λέγων ὅρα μή· σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ. τὸ ὅρα οὐχ ἁπλῶς κωλύοντος ἀλλὰ διαμαρτυρουμένου ῥῆμα τυγχάνει. λέγει δὲ καὶ σύνδουλον ἑαυτὸν πάντων τῶν ὁμολογούντων ἑαυτοῦς δούλους Χριστοῦ καὶ μαρτυρούντων ὅτι Θεός ἐστι σεσαρκωμένος. τί οὖν ποιητέον, ὦ θειότατε ἄγγελε, σοῦ τὸ προσκυνηθῆναι ἀπαγορεύοντος; τῷ Θεῷ φησι προσκύνησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας, ὥσει ἔλεγεν διὰ τοῦτο με ζητεῖς προσκυνῆσαι, ὅτι σοὶ τὰ ἔσεσθαι μέλλοντα προαφηγησάμην; πάντες ὅσοι μαρτυροῦσι τῇ δεσποτείᾳ καὶ τῇ θεότητι τοῦ Χριστοῦ ἔμπλεοι τυγχάνουσι προφητικοῦ χαρίσματος καὶ οὐκ ἐγὼ μόνος. τί οὖν φησι προσκυνεῖς τὸν ἶσον χάρισμα τοῖς συνδούλοις μου λαχόντα; ὅμοιά γε τὰ Ἕλλησι περὶ τῶν ἐθναρχῶν δοξαζόμενα καὶ τὰ Χριστιανοῖς περὶ τῶν ἁγίων ἀγγέλων λεγόμενα. καὶ εἶδον τὸν οὐρανὸν ἀνεωγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ' αὐτοῦ καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ 206 ἐν