1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

78

παραγαγεῖν τὰς οὐσίας, ἢ παραχθείσας καὶ ἑαυταῖς ἢ ἑτέραις συγχυθείσας αὖθις ἀφελεῖν, καὶ ἑκάστῳ τὸ ἴδιον ἀπονεῖμαι; τὸ μὲν γὰρ τελευταῖον καὶ ἡμεῖς ἐπιτελοῦμεν, πολλάκις χωρίζοντες τέχνῃ τινὶ τὸν οἶνον ἀνακραθέντα τῷ ὕδατι. ἀλλὰ καὶ ὁ ἥλιος τὸ μὲν πότιμον καὶ γλυκὺ διὰ τῶν ἀτμῶν καὶ τῶν ἀναθυμιάσεων ἐκ τῆς θαλάσσης ἕλκει, τὸ δὲ βαρὺ καὶ γεῶδες καὶ ἁλμυρὸν καὶ πικρὸν ἐᾶ. τὸ δέ γε πρῶτον Θεοῦ μόνου τοῦ τὰ πάντα δυναμένου ὅσα ἂν ἐθελήσῃ. εἰ οὖν τὰ μὴ ὄντα ὁ Θεὸς εἰς τὸ εἶναι παρήγαγε, πῶς οὐ ῥάδιον αὐτῷ τὰ τοῖς καθ' ὅλου στοιχείοις ἀνακραθέντα πάλιν διακρῖναι μόνῳ τῷ βουλη 230 θῆναι καὶ τὸ ἴδιον ἑκάστῳ σώματι νεῖμαι, εἰ καὶ ἀνθρώποις ἀδύνατον τοῦτο τυγχάνει; ὥσπερ γὰρ σοί τε καὶ ἐμοὶ ἀδύνατον διακόψαι τὸ φωτιστικὸν τοῦ πυρὸς ἀπὸ τοῦ καυστικοῦ, Θεῷ δὲ δυνατόν, εἴρηται γὰρ φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός, οὕτω καὶ τὰ συγχυθέντα σοὶ μὲν ἀδύνατον καὶ ἐμοί, Θεῷ δὲ ῥάδιον καὶ εὐχερές. τοῦτο νῦν ἡμῖν τὸ θαυμάσιον δόγμα παρατίθεται ὁ παρὼν τῆς ἀποκαλύψεως λόγος, εἰπὼν ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ ἀπὸ τῆς θαλάσσης. στοιχεῖον δὲ αὕτη τοῦ ὕδατος πᾶσαν τὴν ὑγρὰν οὐσίαν ἐσήμανεν. ἔδωκε τοίνυν ἡ ὑγρά φησιν οὐσία ὅσον ἐν αὐτῇ ἀνεκράθη ἐκ τοῦ τῶν ἀνθρωπίνων σωμάτων ὑδατώδους. καὶ ὁ θάνατός φησι καὶ ὁ Ἅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς. θάνατον τὴν γῆν καλέσας παρὰ τὸ ἐν αὐτῇ διαλύεσθαι ἡμῶν τὰ σώματα· ὅθεν καὶ ὁ θεσπέσιος προφήτης χοῦν θανάτου κατὰ περίφρασιν τὸν θάνατον καλεῖ, λέγων καὶ εἰς χοῦν θανάτου κατήγαγέ με. δέδωκε τοιγαροῦν καὶ ἡ γῆ ἅπαν τὸ ἐν αὐτῇ γεῶδες ἡμῶν. πρὸς τούτοις καὶ ὁ Ἅδης δέδωκε τοὺς ἐν αὐτῷ νεκρούς, Ἅδην λέγων τὸν ἀέρα καὶ τὸ πῦρ ἀπὸ τοῦ ἀειδοῦς καὶ ἀοράτου. καὶ γὰρ καὶ ὁ ἀὴρ τῇ λεπτότητι ἀόρατος τυγχάνει, πλὴν εἰ μὴ παχυνθείη. καὶ τὸ πῦρ τὸ τέως ἐμφωλεῦον ταῖς ὕλαις ἀόρατον, πλὴν εἰ μὴ ἐπὶ τὰ ἔξω παρ' αὐτοῦ προσκληθείη. ἀλλὰ καὶ τὸ τοῦ πυρὸς στοιχεῖον, ὁ αἰθὴρ ἀόρατος ἡμῖν τυγχάνει τῇ ἐπιπροσθήσει τοῦ πολλοῦ ἀέρος σκοτιζόμενος. ἢ γοῦν καὶ Ἅδην λέγει τὸ πῦρ ἀπὸ τοῦ ἀφάνειαν καὶ ἀειδίαν ἐμποιεῖν οἷς ἂν ἐπέλθῃ· ὅθεν καὶ ἄδηλον αὐτὸ προσαγορεύουσιν πολλοὶ τῶν λογίων. ἑκάστου οὖν τῶν στοιχείων ἀποδεδωκότος ὅσον ἦν ἐν αὐτοῖς τοῦ ἀνθρωπίνου συγκρί 231 ματος, ἐνηργήθη ἡ ἀνάστασις. οὗ γενομένου, ἐκρίθησάν φησιν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. καὶ ὁ θάνατος καὶ ὁ Ἅδης φησὶν ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· τουτέστιν ἀνηρέθη ὁ θάνατος καὶ ἡ ἀειδὴς καὶ ἀσώματος τῶν ψυχῶν ἐν τῷ θανάτῳ διαγωγή, τῆς ἀναστάσεως ἅπαξ γεγενημένης καὶ ἑκάστης ψυχῆς τὸ ἴδιον σῶμα ἀπολαβούσης· ὅπερ τροπικώτερον ἐξηγησάμενος καὶ τὴν ἀπώλειαν αὐτῶν αἰνιξάμενος, εἶπεν ἐμβεβλῆσθαι τὸν θάνατον καὶ τὸν Ἅδην εἰς τὴν λίμνην τοῦ πυρός. τοῦτο ποιεῖ καὶ ὁ προφήτης Ὠσηέ, εἰπὼν ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, Ἅδη; οὗτός φησιν ὁ θάνατος ὁ δεύτερός ἐστιν ἡ λίμνη τοῦ πυρός· εἴρηται γὰρ καὶ ἐν τοῖς ἔμπροσθεν ὡς πρῶτος μὲν θάνατός ἐστιν ὁ αἰσθητός, ἡ διάζευξις τῆς ψυχῆς καὶ τοῦ σώματος, δεύτερος δὲ ὁ νοητός, ἡ κόλασις καὶ ἡ τιμωρία, ὅστις μητέρα ἔχει τὴν ἁμαρτίαν. ἀλλὰ καὶ ὅσοι φησὶ γεγόνασιν ἐν ἁμαρτίαις καὶ οὐκ ἠξίωνται τῆς ἐν τῇ ζωῇ γραφῆς, τὰ ἴσα πεπόνθασιν. εἰ δὲ καὶ τοὺς μέσως ἔχοντας τῶν ἁμαρτωλῶν εἶπε βεβλῆσθαι εἰς τὴν λίμνην τοῦ πυρὸς σὺν τῷ ∆ιαβόλῳ καὶ τῷ ἀντιχρίστῳ, τοῦτο γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρηκε, μὴ θαυμάσῃς· ἔνι γὰρ καὶ ἐκεῖ διάφορος κόλασις, ὥσπερ καὶ πυρετοῦ· ὁ μέν τις καῦσός ἐστι καὶ συνεχὴς ὁ δὲ μείων καὶ μαλθακός, εἰ καὶ πάντες καλοῦνται πυρετοί, οὕτω μοι κἀκεῖ νοήσεις. καὶ εἶδόν φησιν οὐρανοὺς καινοὺς καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. τούτου ὅμοιόν 232 φησιν ὁ Πέτρος ἐν δευτέρᾳ τῶν αὐτοῦ ἐπιστολῶν, καινοὺς δὲ οὐρανοὺς λέγων καὶ γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν. οὐ τοῦτο δέ φησιν ὡς εἰς ἀπώλειαν καὶ ἀνυπαρξίαν χωρησάντων τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάσσης,