1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

22

ᾀδομένη, οὔπω πρότερον πρὶν σαρκωθῆναι προσαχθεῖσα. τίς δὲ ἦν ἡ ὠδή; ἄξιος εἶ φησὶ ποιῆσαι τὴν σωτηρίαν ταύτην εἰς ἀνθρώπους, ὁ σφαγεὶς ὑπὲρ ἡμῶν καὶ τῷ αἵματί σου κατακτησάμενος ἐκ τῆς ὑπ' οὐρανὸν πολλούς. ἀσφαλῶς δὲ λίαν εἶπεν ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους. οὐ γὰρ πάντας ἐκτήσατο, πολλοὶ γὰρ τῇ ἀπιστίᾳ ἐναπέθανον, ἀλλὰ ἐκ πάντων τοὺς σωτηρίας ἀξίους. ὅμοιον καὶ ὁ προφήτης ἔφη· ἀνάστα, ὁ Θεός, κρίνον τὴν γῆν, ὅτι σὺ †κατακρινομήσεις† ἐν πᾶσι τοῖς ἔθνεσιν οὐ μὴν πάντα τὰ ἔθνη. καὶ ἐποίησεν αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς. δύνῃ μὲν οὖν καὶ πρὸς τὸ γράμμα νοῆσαι, πιστοὶ γὰρ καὶ Χριστοῦ θεράποντες, οἱ τε βασιλεῖς καὶ τῶν ἐκκλησιῶν προστατοῦντες· δύνασαι δὲ καὶ βασιλεῖς νοῆσαι τοὺς κρατοῦντας τῶν παθῶν, καὶ οὐ κρατουμένους ὑπ' αὐτῶν· καὶ ἱερεῖς, τοὺς προσάγοντας τὰ οἰκεῖα σώματα θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ Θεῷ κατὰ τὸ 82 γεγραμμένον. καὶ οὐ μόνον φησὶν οἱ πρεσβύτεροι, ἀλλὰ καὶ τῶν ἀγγέλων καὶ ἀσώματοι δυνάμεις ἐπινίκιον ᾖδον ὠδὴν τῷ Χριστῷ. τὸν δέ γε νῦν εἰρημένον αὐτῶν ἀριθμὸν καὶ ὁ ∆ανιὴλ προανεφώνησεν· τὸ δὲ ἄσμα τῶν ἀγγέλων ἑπτὰ διαφόρους προσάγει τιμᾶς Χριστῷ, διὰ τῶν ἑπτὰ δηλοῦντες πρέπειν μυρίαις δοξολογίαις στεφανοῦσθαι Χριστόν. καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης, σά ἐστι καὶ τὰ ἐν αὐτοῖς πάντα· ἤκουσα λέγοντας τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ· ἡ εὐλο γία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰωνῶν. καὶ τὰ τέσσαρα ζῶα λέγουσιν ἀμήν· καὶ οἱ πρεσ βύτεροι ἔπεσαν καὶ προσεκύνησαν. τὴν ἐκ συμφωνίας παρὰ πάσης κτίσεως ἐπουρανίου τε καὶ ἐπιγείου προσαγομένην δοξολογίαν τῷ Θεῷ καὶ Πατρί, καὶ τῷ ἐνανθρωπήσαντι καὶ σαρκωθέντι Λόγῳ, συνδοξολογουμένου δηλαδὴ καὶ τοῦ Ἁγίου Πνεύματος, τὰ παρόντα δηλοῖ. καὶ ὅτε φησὶν εἶδον ὅτι ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἠκούσαμεν ἐκ τῶν τεσσάρων ζώων λεγόντων ὡς φωνὴν βροντῆς, ἔρχου. καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ' αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν ἵνα νικήσῃ. καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν δευτέραν ἤκουσα τοῦ δευτέ ρου ζώου λέγοντος, ἔρχου. καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ' αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην 83 ἀπὸ τῆς γῆς ἵνα ἀλλήλους σφάξωσιν, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη. τὸ κεκλεῖσθαι δὲ καὶ ἐσφραγίσθαι τὸ βιβλίον τὸ τῶν ἀνθρώπων τῶν ἐν αὐτῷ γεγραμμένων ἀπαρρησίαστον δηλοῖ, καὶ τὸ πεφράχθαι αὐτῶν τὸ στόμα πρὸς πᾶσαν ἐνώπιον τοῦ Θεοῦ δικαιολογίαν κατὰ τὰ εἰρημένα ἐν τοῖς ἔμπροσθεν. ἄρα τὸ περιαιρεῖσθαι κατὰ μέρος τὰς σφραγίδας τὴν κατὰ μικρὸν ἐπανάληψιν σημαίνει τῆς πρὸς Θεὸν παρρησίας καὶ οἰκειότητος ἣν προὐξένησεν ἡμῖν ἐνανθρωπήσας ὁ μονογενής, τοῖς οἰκείοις κατορθώμασιν τὰς ἡμετέρας ἐπανορθώσας πλημμελείας. ἰστέον δὲ ὅτι ἑκάστης σφραγῖδος λῦσιν, ἕν τι τῶν ὑπὸ Κυρίου ἐνεργηθέντων εἰς ἡμετέραν σωτηρίαν παραδηλοῖ, καὶ τῶν πραχθέντων παρ' αὐτοῦ κατὰ τῶν νοητῶν ἡμῶν ἐχθρῶν, ἡ γὰρ εἰς ἡμᾶς προμήθεια τοῦ Κυρίου ἐκείνων τῆς δυναστείας ὑπάρχει καθαίρεσις. μὴ θαυμάσῃ δέ τις τῶν ἐντευξομένων, ὅτι πρὶν ἐνανθρωπῆσαι τὸν μονογενῆ· τὰ γὰρ πρὸ τῆς εἰς ἡμᾶς ἐπιδημίας αὐτοῦ ἔργα καὶ πράγματα διὰ τῆς θεωρίας δείκνυται τῷ θεσπεσίῳ εὐαγγελιστῇ. ὅμως ὦπται ἀρνίον ἐν τῇ ἀποκαλύψει ὡς ἐσφαγμένον. προαναφώνησιν γὰρ ἔχειν εἴωθεν τὰ τοῖς προφήταις ὁρώμενα τῶν ἔσεσθαι μελλόντων. οὕτως ἄνθρωπος προσεπάλαιεν τῷ Ἰακὼβ τῷ Χριστοῦ τύπῳ· οὕτως ὁ Ἡσαΐας εἶδε τὴν προφῆτιν ἐν γαστρὶ συλλαβοῦσαν καὶ τεκοῦσαν υἱόν, οὗ καὶ τὸ ὄνομα κέκληται, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. οὕτως υἱὸν ἀνθρώπου εἶδεν ὁ ∆ανιὴλ τὸν ἔτι ἄσαρκον Θεόν, λόγον ἐλθόντα πρὸς τὸν παλαιὸν τῶν ἡμερῶν. ἡ πρώτη τοιγαροῦν εὐεργεσία, ἡ εἰς τὸ ἡμέτερον γένος τοῦ σωτῆρος ἡμῶν, Χριστοῦ, ἥτις τὴν πρώτην ἔλυσε τοῦ βιβλίου σφραγῖδα καὶ ἀρχὴν πεποίηκεν ἐπαναγαγεῖν 84 ἡμᾶς ὅθεν ἐξήλθομεν ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως καὶ τὸ