1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

49

αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ κατοικοῦντες τὴν οἰκου μένην, οὗ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ οὐρανοῦ τοῦ ἐσφραγισμένου ἀπὸ καταβολῆς κόσμου. ἐξ ὧν κατεστρατήγησε τοῦ Ἰσραὴλ τὴν εὐφημίαν αὐτῷ πλέκουσιν οἱ ἁλόντες αὐτῷ, τίς ὅμοιος, λέγοντες τῷ θηρίῳ, καὶ τίς δύναται πολεμῆσαι μετ' αὐτοῦ. πάντων φησὶν ἡττημένων καὶ ὑπὸ πόδας πεσόντων, καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημία. ἐδόθη παρὰ τίνος; παρὰ τῶν ἐξαπατηθέντων καὶ προσκεκυνηκότων ἀνθρώπων αὐτῷ· ὑπερηφανίας γὰρ τὸ ὑψηγορεῖν. τί γὰρ τούτου μεῖζον; τοῦ λέγειν εἰς τὸν οὐρανὸν ἀναβήσομαι· ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου. καὶ μικρὸν ὑποβάς, ἔσομαί φησιν ὅμοιος τῳ ὑψίστῳ, ὡς Ἡσαΐας αὐτὸν κωμωδεῖ, ἃ δὴ ταῦτα καὶ βλασφημίαι κατὰ Θεοῦ τυγχάνουσι. καὶ ἐδόθη φησὶν αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσαρακονταδύο. ἐν τοῖς φθάσασι τοὺς τεσσαρακονταδύο μῆνας εἰς βραχὺν χρόνον ἐδεξάμεθα. πᾶς γὰρ χρόνος βραχύς, κἂν ὅτι μάλιστα μακρὸς εἶναι δοκῇ, πρὸς τοὺς ἀτελευτήτους αἰῶνας παρα 153 βαλλόμενος. καὶ ἤνοιξέ φησι τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. εἴρηνται τίνες αἱ κατὰ Θεοῦ βλασφημίαι τοῦ ἀποστάτου. σκηνὴν δὲ τοῦ Θεοῦ λέγει τοὺς ἁγίους ἀγγέλους διὰ τὸ ἐν αὐτοῖς σκηνοῦν τὸν Θεόν. εἰ γὰρ περὶ ἀνθρώπων εἴρηται ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, τί ἄν τις εἴποι περὶ οὐρανίων δυνάμεων ὅπως ἔχουσιν ἔνοικον τὸν Θεόν; καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πάσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. φθάσας εἶπον ὅτι παρὰ τῶν ἀνθρώπων τῶν ἑκόντων ὑποκλινάντων ἑαυτοὺς τῇ ὀλεθρίῳ αὐτοῦ δυναστείᾳ τὴν ἐξουσίαν εἴληφε. καλῶς δὲ εἶπεν ὅτι πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην προσκυνήσουσιν αὐτῷ· χωρὶς γὰρ τοῦ θεοσεβοῦς Ἰσραὴλ τοῦτο παθόντος, ἅπαν λοιπὸν εὕρηται γένος ἀνθρώπων καὶ φυλὴ προσκεκυνηκυῖα τῷ ἀλητηρίῳ. οὗ φησιν οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ οὐρανοῦ τοῦ ἐσφραγισμένου ἀπὸ καταβολῆς κόσμου λίαν ἀσφαλῶς προδιωρίσατο ἡ ὀπτασία· ἐπειδὴ γὰρ εἴρηται πάντας τοὺς κατοικοῦντας τὴν οἰκουμένην προσκεκυνηκέναι τὸν ἀποστάτην ∆ιάβολον, ἦσαν δὲ ὀλίγοι τινες καθαροὶ τῆς αὐτοῦ λατρείας καὶ ἐκ τῶν ἐθνῶν καὶ ἐκ τοῦ Ἰσραήλ, οἷον ὁ Ἰώβ, οἱ τέσσαρες αὐτοῦ φίλοι, ὁ Μελχισεδέκ, καὶ τοῦ Ἰσραὴλ δὲ οἱ ἅγιοι 154 προφῆται. καὶ οἱ ἐπ' εὐσεβείᾳ μαρτυρούμενοι παρὰ τῇ παλαιᾷ φησι πάντες αὐτῷ προσκεκυνήκασιν ἐκτὸς τούτων οἵτινες διὰ τὴν θεοσέβειαν, καὶ τῆς πολιτείας τὸ ἀκριβὲς καὶ ἀπεξεσμένον εἰσὶν ἐν οὐρανῷ γεγραμμένοι, καὶ ὑπὸ Θεοῦ φρουρούμενοι· τοῦτο γὰρ σημαίνει τὸ ἐσφραγίσθαι τὸ βιβλίον. περὶ τούτου τοῦ βιβλίου φησὶ ὁ Κύριος τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς παρὰ τῷ θεσπεσίῳ Λουκᾷ· πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. εἴ τις ἔχει οὖς ἀκουσάτω. εἰ τις εἰς αἰχμαλωσίαν, ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκταν θῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων. εἴ τις ἔχει φησὶ νοῦν συνιέναι τὰ λεγόμενα δυνάμενον, ἀκουσάτω τῶν εἰρημένων καὶ γινωσκέτω ὅτι ὁ περὶ τὸ αἰχμαλωτίζειν ἑτέρους πρόχειρος αἰχμαλωτισθήσεται ὑπὸ τοῦ θηρίου καὶ πρὸς αὐτὸ αὐθαίρετος αὐτομολήσει· μηδεμιᾶς γὰρ ἀντιλήψεως παρὰ Θεοῦ τυγχάνων, εἰς ἅπαν ἀπενεχθήσεται κακόν. εἴ τις εἰς φόνους παρασκευασμένος, τὸν νοητὸν τεθνήξεται θάνατον ἐν τῇ τοῦ ∆ιαβόλου προσκυνήσει. ὧδέ φησίν ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων. οὕτως ἀθῶος τῆς τοῦ πονηροῦ γίνεται δουλείας, ἧς γένοιτο δουλείας ἡμᾶς πάντας ἐλευθέρους ἀποδειχθῆναι χάριτι τοῦ καλέσαντος ἡμᾶς Θεοῦ εἰς τὴν αὐτοῦ ἐπίγνωσιν. αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν#556 Λόγος ὄγδοοσ πολλὰς ἐκδρομὰς ποιησάμενος καὶ ἐκ τῶν δὲ τῶν ἀρχῶν εἰς προγενεστέρας ἀρχὰς ἐπαναβάς,