1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

7

τιμιωτάτης στάσεως ἠξίωνται παρὰ Θεῷ καὶ οἷον ἐπαναπαύονται τῇ χειρὶ τοῦ Θεοῦ καὶ ἐκ τοῦ στόματος αὐτοῦ φησιν ῥομφαία ὀξεῖα δίστομος ἐκπορευομένη. ὁ μὲν οὖν θεσπέσιος ∆αυὶδ περιζῶσαί φησιν πρὸς τὸν Κύριον τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. οὕτω γὰρ ἡμῖν τότε τοὺς εὐαγγελικοὺς ἐνετέταλτο νόμους τηρεῖν οὓς τὸ παραβαίνειν ἦν ὀλέθριον· διὸ ἀναβολὴν κολάσεως ἡ τοπικὴ θέσις παρεδήλου τοῦ μηροῦ· οὐ γὰρ ἦν ἑτοιμοτάτη πρὸς σφαγήν. νῦν δὲ ἐκ τοῦ στόματος ἐκπορεύεται ἡ ῥομφαία, σημαίνοντος τοῦ αἰνίγματος, ὅτι δὴ οἱ ἀπειθεῖς περὶ τὰ εὐαγγελικὰ προστάγματα τὸν εἰς ψυχὴν ἕξουσι κίνδυνον διχοτομούμενοι τῇ ῥομφαίᾳ· ὃ δή φησιν ἐν Εὐαγγελίοις ὁ Κύριος, τοῦτο δηλῶν· καὶ ὁ ἀπόστολος ἔλεγεν· ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ μάχαιραν 44 δίστομον κατὰ τῶν ἀπειθούντων, δῆλον ὅτι τὴν ἀπειλὴν ἀνατεινόμενος. ὅθεν καὶ ὀξεῖα αὕτη τῷ Ἰωάννῃ γέγραπται· ὃ ταὐτόν ἐστιν τῷ παρὰ τῷ Παύλῳ τομωτάτη. ἡ ὄψις αὐτοῦ φησιν ὡς ἥλιος φαίνει τῇ δυνάμει αὐτοῦ. καλῶς ὡς ὁ ἥλιος· ἥλιος γάρ ἐστιν δικαιοσύνης ὁ Κύριος κατὰ τὸν προφήτην Μαλαχίαν· ἀλλ' ὅπως μὴ νομίσῃς τὸν φωτισμὸν τοῦ προσώπου Χριστοῦ, ὃς φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον σῶμα εἶναι διαφανὲς καὶ φωτίζον αἰσθητῶς, ἐπήγαγεν τῇ δυνάμει αὐτοῦ, ὡσεὶ ἔλεγεν· νοητόν ἐστι τὸ φῶς τοῦ Χριστοῦ, δυνάμει ἐνεργούμενον, οὐκ ὄψιν σωματικὴν, ψυχῆς δὲ ὀφθαλμοὺς καταλάμπον. καὶ ὅτε φησὶν εἶδον αὐτόν, ἔπεσα εἰς τοῦς πόδας αὐτοῦ ὡς νεκρός. καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ' ἐμὲ λέγων, ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ἅδου. γράψον οὖν ἃ εἶδες καὶ ἅ εἰσιν, καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα. ἔθος τοῖς ἁγίοις προφήταις ὁρῶσιν ὀπτασίαν καταπλήττεσθαι καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν ἐνδείκνυσθαι· καὶ ὅσα τὰ Θεῖα τῶν ἀνθρωπίνων ὑπερανέστηκεν καὶ ἀσυγκρίτοις διαφοραῖς ὑπερτερεῖ τοῦτο καὶ Ἰησοῦν ἴσμεν πεπονθότα τὸν τοῦ Ναυὴ ὅταν εἶδεν τὸν ἀρχιστράτηγον τῆς παρατάξεως Κυρίου, καὶ τὸν ἄνδρα τῶν ἐπιθυμιῶν τὸν ∆ανιὴλ ἐν ταῖς ὁραθείσαις αὐτῷ ὀπτασίαις. ἐγὼ μὲν οὖν ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ νεκρός φησιν ὁ εὐαγγελιστὴς τῇ θέᾳ καταπλαγείς. ὁ δὲ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ' ἐμὲ λέγων, μὴ φοβοῦ. οὐκ ἂν ἴσχυσεν ὁ ἱερὸς Ἰωάννης ζῆν ἐκ τῆς καταπλήξεως μὴ τῆς σωτηρίου δεξιᾶς τοῦ υἱοῦ τοῦ Θεοῦ προσα 45 ψαμένης αὐτοῦ, τῆς πλεῖστα ὅσα μόνῃ τῇ ἁφῇ ἐργασαμένης τεράστια· καί φησιν πρός με ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος· ὥσει ἔλεγεν· ἐγώ εἰμι ὁ ἐπὶ σωτηρίᾳ πάντων ὑμῶν ἐπ' ἐσχάτων τοῦ αἰῶνος καιρῶν συναναστραφεὶς ὑμῖν μετὰ σαρκὸς, καίτοι πρῶτος ὢν καὶ πρωτότοκος πάσης κτίσεως. πῶς οὖν οἷόν τέ σέ τι παθεῖν κακὸν ἐκ τῆς ἐπιφανείας μου; εἰ γὰρ ζῶν καὶ πηγὴ ζωῆς ὑπάρχων δι' ὑμᾶς ἐγενόμην νεκρὸς καὶ αὖθις ἀνεβίων πατήσας τὸν θάνατον, πῶς οἷόν τέ σε τὸν ζῶντα δι' ἐμὲ καὶ τὴν ἐμὴν ὀπτασίαν γένεσθαι νεκρόν; εἰ δὲ καὶ ἐγὼ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ἅδου, ἵν' οὓς ἂν θέλω θανατώσω καὶ ζωογονήσω, κατάξω εἰς ἅδου καὶ ἀνάξω κατὰ τὸ περὶ ἐμοῦ γεγραμμένον, καὶ ἐμαί εἰσιν, ὡς ὁ προφήτης φησὶν αἱ διέξοδοι τοῦ θανάτου, οὐκ ἂν τοὺς ἐμοὺς προσκυνητὰς καὶ μαθητὰς εἰς πρόωρον παραπέμψοιμι θάνατον. ἐπεὶ οὖν οὐ τεθνήξει, φησίν· γράψον ἃ εἶδες καὶ ἅ εἰσιν, καὶ μέλλει γίνεσθαι. ἐν τῷ εἰπεῖν ἅ εἰσιν, δηλοῖ τά τε παρεληλυθότα καὶ ἐνεστῶτα· ἐν δὲ τῷ λέγειν ἃ μέλλει γίνεσθαι, τὰ μέλλοντα. τῶν γὰρ ὁραθέντων ἐν τῇ ὀπτασίᾳ τῷ ἁγίῳ τὰ μὲν ἦν ἤδη γεγονότα ἅτινα εἰ καὶ πέρας εἰλήφει οὐ μὴν εἰς ἀνυπαρξίαν ἦν κεχωρηκότα· διὸ καὶ περὶ αὐτῶν εἶπεν ἅ εἰσιν τὰ δὲ παρῆν· τὰ δὲ γίνεσθαι ἔμελλεν, ὡς προιὼν ὁ λόγος ἐπιδείξει. τὸ μυστήριόν φησι τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τὴν δεξιάν μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. οἱ ἑπτὰ ἀστέ ρες ἄγγελοι τῶν ἐκκλησιῶν εἰσιν· καὶ αἱ ἑπτὰ λυχνίαι, ἑπτὰ ἐκκλησίαι εἰσίν. ἐπεὶ οὖν αὐτῷ διεσάφησεν τίνες τέ εἰσιν οἱ ἀστέρες καὶ τίνες αἱ λυχνίαι, λοιπὸν λέγει ἃ δεῖ πρὸς ἑκάστην τῶν 46 ἐκκλησιῶν