1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

15

τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μετ' αὐτοῦ, καὶ αὐτὸς μετ' ἐμοῦ. ὁ νικῶν, δώσω αὐτῷ καθίσαι ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ Πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. 64 τάδε φησὶν λέγει ὁ ἀμήν. ἰσοδυναμεῖ τοῦτο τῷ τάδε λέγει ὁ ἀληθινός, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἑρμηνεύεται· ἀμὴν γάρ ἐστιν τὸ ναί. ναὶ γάρ ἐστιν ἐν αὐτῷ καὶ οὐδὲν οὔ, τῶν περὶ αὐτοῦ λεγομένων. καὶ τὸ ὁ μάρτυς ὁ πιστὸς ἐν τοῖς ἔμπροσθεν εἴρηται. περισσολογία οὖν τὸ δὶς περὶ τῶν αὐτῶν διεξιέναι. ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ φησιν. ἐπιφοιτήσειεν ἂν ἴσως τὸ χριστομάχον τῶν Ἀρειανῶν ἐργαστήριον τῷ εἰρημένῳ ὡς τοῦ Υἱοῦ κτίσματος διὰ τούτων γραφομένου. ἀλλὰ μὴ τοῖς ἀνοσίοις αὐτῶν λόγοις προσέχωμεν. σκοπητέον δὲ εἴ τι τοιοῦτον καὶ ἐν ἑτέρᾳ κεῖται γραφῇ, ἵν' ἔχοι τις ἐκ τῶν ὁμοίων τὰ ὅμοια κανονίζειν. φησὶν ὁ σοφὸς ἀπόστολος περὶ τοῦ Υἱοῦ, Κολασσαεῦσιν ἐπιστέλλων, ὅς ἐστιν ἀπαρχή ... πρωτότοκος πάσης κτίσεως, οὐ μὴν πρωτόκτιστος. καὶ ὁ προφήτης λέγει· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, οὐ μὴν ἔκτισά σε. ἀλλὰ καὶ ὁ Σολομῶν· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. τὸ γὰρ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, ἐπὶ τοῦ νοερῶς ἐμψυχωμένου σώματος τοῦ Κυρίου, ὃ ἐν ἁγίοις ἐξείληφε Γρηγόριος ἐν τῷ Περὶ Υἱοῦ λόγῳ. τὸ δὲ γεννᾷ, ἐπὶ τῆς θεότητος αὐτοῦ. πάντων οὖν γέννησιν καὶ οὐ κτίσιν ἐπὶ τοῦ μονογενοῦς Λόγου καὶ Υἱοῦ δογματισάντων, τί βούλεται τὸ ἐν τῷ παρόντι λέγεσθαι ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ; οὐδὲν ἕτερον ἢ ἄρχων τῆς κτίσεως τοῦ Θεοῦ, καὶ ὁ τὴν κατὰ πάντων ἀρχὴν ἔχων. ἐπειδὴ γὰρ πάντα διὰ Υἱοῦ πεποίηκεν ὁ Πατήρ, εἰκότως ὁ ποιητὴς τῶν ἁπάντων καὶ δημιουργός, ὁ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγὼν ἄρχει τῶν ὑπ' αὐτοῦ γεγεννημένων. οἶδά σού φησιν τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ζεστὸς μέν ἐστιν ὁ ζέων τῷ Πνεύματι· τῷ γὰρ Πνεύματι ζέοντές φησιν ὁ θεῖος ἀπόστολος· ψυχρὸς δέ, ὁ ἐστερημένος Ἁγίου Πνεύματος, ἐνεργείας καὶ ἐπιφοιτήσεως. ἀλλὰ σύ 65 φησιν χλιαρὸς εἶ. χλιαρὸν δὲ καλεῖ τὸν μετουσίαν μὲν λαβόντα πνεύματος ἁγίου διὰ τοῦ βαπτίσματος, σβέσαντα δὲ τὸ χάρισμα διὰ ῥαθυμίας, καὶ τῆς τῶν προσκαίρων φροντίδος. ἐπιταγὴ δὲ θεία καὶ αὕτη, τὸ Πνεῦμα μὴ σβεννύετε. ὄφελον ψυχρὸς ἦς ἢ ζεστὸς οὕτως, ὅτι χλιαρὸς εἶ. εἴθε φησὶν ἢ ζεστὸς ἦσθα τῇ τοῦ Πνεύματος ἐνεργείᾳ πεπυρωμένος, ἢ καθόλου ψυχρὸς καὶ ἀμέτοχος τέλεον πνεύματος χάριτος καὶ ἀβάπτιστος καὶ μὴ χλιαρός. ὁ μὲν γὰρ ἔχων τὸ νοητὸν τοῦ Πνεύματος πῦρ ἐν ἀνδράσιν τελεῖ, τὰ αἰσθητήρια γεγυμνασμένα ἔχων πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ, καί ἐστι πνευματικός· ὁ δέ γε μήπω δεξάμενος τὴν τοῦ Πνεύματος χάριν, ἐν ἐλπίδι τοῦ ποτε δέξασθαι τυγχάνων, οὐκ ἐν τοῖς ἀπεγνωσμένοις ἠρίθμηται. ὁ δέ γε χλιαρὸς πρὸς τῷ μὴ ξῆν καὶ τό ποτε βαπτισθῆναι καὶ ζέσαι συναφήρηται. μέλλω σέ φησιν ἐμέσαι ἐκ τοῦ στόματός μου. τῇ μεταφορᾷ τοῦ χλιαροῦ δεόντως ἐχρήσατο· πᾶν γὰρ χλιαρὸν ὄν, ὥς φασιν ἰατρῶν παῖδες, πλάδον ἐργαζόμενον εἰς ἔμετον ἐρεθίζει τὸν μεταλαβόντα· ὅθεν καὶ τοῖς δυσεμετοῦσιν ὕδατος χλιαροῦ διδόασιν ἀπορροφεῖν, ταύτῃ πρὸς ἔμετον ἐκκαλούμενοι. φησὶ δέ, ὅτι μέλλω σε ἀπόβλητον ποιεῖσθαι τῆς ἐμῆς οἰκειότητος. τίς δὲ τῆς τοιαύτης καταστάσεως ἡ αἰτία; ἐλπίζεις φησίν, ἐπὶ πλούτου ἀδηλίᾳ, καὶ συνέπνιξας ὡς ἐν ἀκάνθαις τὸ χάρισμα, οὐκ ἀκούων τοῦ λέγοντος, πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν; πλοῦτον δέ φησι γήϊνον καὶ πρόσκαιρον. ἀγνοεῖς ὅτι πτωχὸς εἶ καὶ γυμνός, τὰ πνευματικὰ καὶ μένοντα. συμβουλεύω σοι οὖν ἀγοράσαι χρυσίον πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς. τί 66 δὲ πεπυρωμένον χρυσίον τῷ πνευματικῷ πυρί, ὁ προφήτης διδάσκει λέγων τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκίμιον, τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως, τὸ εὐαγγελικὸν διὰ τούτων δηλῶν κήρυγμα. τοῦτο τοιγαροῦν αἰτεῖ παρ' ἐμοῦ τὸ δυνάμενόν σε σοφίσαι καὶ προσοικειῶσαι Θεῷ. ὁ γὰρ τοῦτο κτησάμενος ἐν ἀρετῇ τε διαλάμπει καὶ