1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

64

μετ' αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. καὶ εἶδόν φησιν ἄλλον ἄγγελον ἔχοντα ἐχουσίαν μεγάλην. ταύτην λέγει τὴν τοῦ φωστήρ τε εἶναι καὶ φωτίζειν τὴν γῆν ἐκ τῆς δοξῆς αὐτοῦ. ἔπεσέ φησι Βαβυλών. τὴν κατ' αὐτῆς ἀπόφασιν τοῦ Θεοῦ ἀνακηρύττει. δέδοκταί φησι τάδε αὐτὴν παθεῖν, καὶ ἐγένετο κατοικητήριον δαιμονίων· ὡς μισάνθρωποι γὰρ οἱ ἀλητήριοι δαίμονες καὶ αἱμοβόροι, ἐν οἷς ἂν εὕρωσι τόποις αἷμα ἀνδρῶν κεχυμένον, ἢ ἐν πολέμοις ἢ ἑτέρως πως ἀναιρεθέντων, ὥσπερ ἐφηδόμενοι τῷ γεγονότι ἐν αὐτοῖς τὰς διατριβὰς ποιοῦνται. ἐπεὶ οὖν πλεῖστοι ἀναιρεθήσονται ἐν τῇ πόλει, ὡς φθάσας εἶπεν, γίνεται λοιπὸν κατοικητήριον δαιμόνων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ παντὸς θηρίου ἀκαθάρτου· φεύγονται γὰρ τὰ τοιαῦτα τὴν μετὰ ἀνθρώπων δίαιταν, καὶ τὰς ἐρημίας καταλαμβάνοντα ἑαυτὰ διαφυλάττει ἀπὸ τῶν ἐπιβουλευόντων καὶ τῆς θήρας τῶν ἀγρευόντων. τοιαῦτά τινα καὶ Ἡσαΐας ὁ προφήτης φησὶ περὶ τῆς Βαβυλῶνος. φησὶ καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται· καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι καὶ νοσσοποιήσουσι ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. ὅτι ἐκ τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκε πάντα 193 τὰ ἔθνη. πορνείαν ἐνταῦθα τὴν ἀπλησίαν καὶ φιλοχρηματίαν αὐτῶν φησι· τοιοῦτος γὰρ ὁ τῶν πόρνων τρόπος. καὶ γὰρ ἐπεφύησαν οἱ ἐν τῇ εἰρημένῃ πόλει πᾶσι τοῖς ἔθνεσι, καὶ καταστρεψάμενοι φόρους τελεῖν ἔταξαν αὐτούς. καὶ οἱ βασιλεῖς φησιν οἱ ἐν αὐτῇ μέτοχοι καὶ κοινωνοὶ τῆς φιλαργυρίας αὐτῆς γεγένηνται, καὶ οἱ ἔμποροι δὲ οἱ ἐν αὐτῇ ἐμπορευόμενοι ἐπλούτησάν φησιν ἐκ τοῦ στρήνους αὐτῆς, τουτέστιν, ἐκ τῆς ὑπεροψίας αὐτῆς καὶ τῆς ἀνειμένης καὶ κεχυμένης καὶ κατεβλακευμένης διαίτης αὐτῆς, παντοῖα φορτία ἐν αὐτῇ διατιθέντες. καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ἔξελθε ἐξ αὐτῆς, ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσηται ταῖς ἁμαρ τίαις αὐτῶν, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνη μόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς. ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκε, καὶ διπλώσατε αὐτὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν αὐτῇ διπλοῦν ὅσα ἐδό ξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανι σμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω· διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς ὁ Κύριος ὁ κρίνας αὐτήν. 194 ὅταν οἱ θεῖοι ἄγγελοι τὴν Σοδομιτῶν κατέλαβον πόλιν ἐφ' ὧ δίκην εἰσπράξασθαι τοὺς ἐν αὐτῇ καὶ τὰς ἀστυγείτονας πόλεις, μᾶλλον δὲ ὡς τῷ ἐν ἁγίοις Κυρίλλῳ δοκεῖ, ὅταν ὁ τοῦ Θεοῦ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα ἐκεῖσε ἐπεφοίτων, ὁ γὰρ Πατὴρ κρινεῖ οὐδένα κατὰ τὸ γεγραμμένον, τὴν δὲ πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ συμπαρόντος αὐτῷ δηλονότι φυσικῶς καὶ οὐσιωδῶς τοῦ ζωοποιοῦ πνεύματος, τότε φασὶ πρὸς τὸν θεσπέσιον Λώτ· σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. τοῦτο καὶ νῦν ἡμᾶς ἡ ἀποκάλυψις διδάσκει· ἐπειδὴ γὰρ οὐκ ἔνι ἐν οὕτω μεγίστῃ καὶ πολυανθρώπῳ πόλει, τῇ Ῥώμῃ, μὴ καὶ Χριστοῦ δούλους ἐν αὐτῇ τυγχάνειν, φησὶ πρὸς αὐτοὺς ἔξελθε ἐξ αὐτῆς, ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῶν, καὶ ἐκ τῶν πληγῶν αὐτῶν ἵνα μὴ λάβητε. τὸ γὰρ κοινωνῆσαι τῶν ἁμαρτιῶν καὶ τῶν πληγῶν ἐστι κοινωνῆσαι· δι' αὐτὰς γὰρ αἱ πληγαί. ὅτι φησὶν ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ· ὡς ἂν εἴποι καὶ τὸν μεταξὺ ἀέρα ἐμόλυναν ταῖς ἁμαρτίαις. διό φησι πολλὰ μακροθυμήσας ὁ Θεὸς νῦν εἰς ἀνταπόδοσιν ἐγήγερται. ἀπόδοτε οὖν φησιν αὐτῇ τὰς ἁμαρτίας διπλᾶς, καίτοι διὰ τοῦ πανσόφου Μωϋσέως ἐντέταλται ἡμῖν ὁ Θεός· οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό. πῶς οὖν αὐτὸς διπλᾶ ἀποδίδωσιν; οὐ τὸ διπλάσιον σημαίνει τὸ διπλᾶ, ἀλλ' ὅτι φιλάνθρωπος ὢν καὶ ἀγαθὸς ὁ Θεὸς, καὶ πολὺ καταδεέστερον τῆς ἀξίας κολάζων, διπλὰ οἴεται ἀποδεδωκέναι καὶ ὅταν μέρος