1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

56

καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν. ἐπινίκιος δὲ ἡ ὠδὴ ἐπὶ τῇ τῶν ἀσεβῶν κολάσει καὶ τῇ κατὰ τοῦ ∆ιαβόλου νίκῃ καὶ τοῦ τῆς ἀνομίας υἱοῦ τοῦ ἀντιχρίστου. καὶ τὴν ὠδήν φησι τοῦ ἀρνίου, τὴν ἁρμοδίαν τουτέστιν εἰς τὸν Κύριον καὶ εἰς τὴν αὐτοῦ κατὰ τῶν ἀσεβῶν δικαιοκρισίαν· τοιγαροῦν θαυμάζουσι τοῦ Κυρίου τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην. ὁ βασιλεύς φησι τῶν ἐθνῶν πάντων μὲν βασιλεὺς ὁ Χριστός, ἀλλ' ἐπειδὴ εἴρηται τῷ Ἡσαΐᾳ· καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπι 171 οῦσι, τούτου χάριν καὶ ὁ χρηματισμὸς βασιλέα τε αὐτόν φησι τῶν ἐθνῶν καὶ πάντα τὰ ἔθνη ἥξειν καὶ προσκυνήσειν αὐτῷ, προαναφωνῶν ἀστείως τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τὴν εἰς τὸν Κύριον αὐτῶν πίστιν. καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγει ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρ τυρίου ἐν τῷ οὐρανῷ, καὶ ἐξῆλθον ἑπτὰ ἄγγελοι ἔχοντες ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίθον καθαρὸν λαμ πρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. καὶ ἓν ἐκ τῶν τεσσάρων ζώων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιά λας χρυσὰς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων. καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν. σκηνὴν μαρτυρίου τὴν ἐν τῇ ἐρήμῳ συμπηχθεῖσαν σκηνὴν ὑπὸ Βεσεὴλ τοῦ ἀρχιτέκτονος τῶν τότε γεγενημένων ἔργων ἔθος καλεῖν τῇ θείᾳ γραφῇ διὰ τὸ τῶν τοῦ Θεοῦ μαρτυρίων καὶ προσταγμάτων εἶναι σκηνήν. ἐκεῖ γὰρ ἦν ἡ κιβωτὸς τῆς διαθήκης. τὸ ἱλαστήριον, ἡ τράπεζα, τὰ θυσιαστήρια τῶν τε θυμιαμάτων καὶ τῶν καρπωμάτων, ἡ λυχνία, καὶ ὅσα ὁ Θεὸς προστέταχε τῷ θεσπεσίῳ Μωϋσῇ κατασκευάσαι, εἰπὼν καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα ἐγὼ δεικνύω σοι ἐν τῷ ὄρει, ἐκ μεταφορᾶς οὖν τῆς πάλαι σκηνῆς καὶ τὸν ὑπερουράνιον ναὸν ὅς τίς ποτέ ἐστι, σκηνὴν μαρτυρίου κέκλη 172 κεν. ἐκεῖθεν ἐξῆλθόν φησιν οἱ ἑπτὰ ἄγγελοι. πόθεν γὰρ ἔδει τοὺς οὐρανίους τοῦ Θεοῦ λειτουργοὺς ὀφθῆναι ἐξιόντας ἢ ἐκ τοῦ οὐρανίου ναοῦ; εἶχον δέ φησιν ἐν χερσὶν ἑπτὰ πληγὰς ἃς ἀφήσουσι κατὰ τῆς γῆς. πολλὰ γὰρ ἐν τῷ τῆς συντελείας καιρῷ γενήσεται δείγματα ἐν τῇ γῇ· ὧν καὶ ὁ Χριστὸς ἐν Εὐαγγελίοις ἐμνημόνευσε, τὰ περὶ τοῦ τέλους διδάσκων. τὸ δὲ ἐνδεδύσθαι τοὺς ἀγγέλους λίθον καθαρὸν λαμπρὸν δεῖγμα τυγχάνει τῆς τιμίας αὐτῶν καὶ καθαρᾶς καὶ φωτεινῆς καὶ εἰς τὸ καλὸν παγίως ἐχούσης φύσεως, εἰ ἄρα τὸν Χριστὸν ἐνεδέδυντο. λίθος γὰρ ὁ Κύριος παρὰ τῆς θείας ὠνόμασται γραφῆς, ὡς παρὰ Ἡσαΐᾳ· ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτόν· καὶ παρὰ τῷ προφήτῃ· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. τοῦτον ἐνδεδύσθαι τὸν λίθον καὶ ἡμῖν ὁ σοφώτατος Παῦλος παραινεῖ· ἐνδύσασθαι τὸν λίθον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας· ἔξω γὰρ πάσης ἐπιθυμίας ψυχοβλαβοῦς ὁ τοῦτον ἐνδεδυμένος. αἱ δέ γε ζῶναι τὸ πρακτικὸν αὐτῶν καὶ εὐσταλὲς αἰνίττονται· εἴρηται γὰρ περὶ αὐτῶν δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ. οὗτοι δὴ οἱ ἑπτὰ ἄγγελοι εἰλήφασιν ἐξ ἑνὸς τῶν τεσσάρων ζώων, ὧν ἔμπροσθεν πολὺς ὁ λόγος, τὸν θυμὸν τοῦ Θεοῦ ἐν ἑπτὰ φιάλαις χρυσαῖς. καλῶς χρυσαῖς· τιμία γὰρ καὶ ἡ ὀργὴ τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ συμφέρον ἐν ἑαυτῇ φέρουσα μᾶλλον ἢ τὸ δίκαιον κἂν ἀνιῶνται οἱ κολαζόμενοι. καὶ ἐγεμίσθη φησὶν ὁ ναὸς 173 καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ. ὁ καπνὸς τῆς θείας ὀργῆς δεῖγμα τυγχάνει. γέγραπται γὰρ ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ. ὁ δὲ καπνὸς πυρός ἐστι σημαντικός, ἀλλὰ καὶ ὁ καπνὸς ὃν Ἡσαΐας ὁ θεσπέσιος εἶδεν ἔνθα φησίν· καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον τὰ ἅγια Σεραφὶμ καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. τὸν θυμὸν ἐδήλου τοῦ Θεοῦ τὸν κατὰ τὸν τῆς Ἱερουσαλήμ. τὸ δὲ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ τῆς δυνάμεως αὐτοῦ γενέσθαι τὸν καπνὸν περίφρασιν ἔχει τινά,