1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

25

ἐναντίων· διὰ τῆς ὑπακοῆς τὴν παρακοήν, δι' ἀλγεινῆς ὑποθέσεως τὴν ἡδονήν, διὰ τῶν ἀνδρείως ταθεισῶν ἐπὶ τοῦ σταυροῦ χειρῶν τὰς προπετῶς ἁψαμένας τοῦ ἀπηγορευμένου ξύλου. οὗ φησιν γενομένου, ἐκ παρακλήσεως τοῦ τετάρτου τῶν ἁγίων ζώων, ἦλθεν ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω ὄνομα αὐτῷ ὁ θάνατος· καὶ ὁ ἅδης ἀκολουθεῖ μετ' αὐτοῦ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς· ὁ ἵππος ὁ χλωρὸς ὀργῆς σύμβολον· χλωρὰ γὰρ ἡ γῆχολή, καὶ οὕτως ὑπὸ ἰατρῶν καλουμένη. ὁ δέ γε θάνατος καὶ ὁ ἅδης καταστρέψαι νοητῶς ἐστάλησαν κατὰ τῶν ἀλητηρίων δαιμόνων καὶ δίκην εἰσπράξασθαι τῆς τῶν ἀνθρώπων ἀπωλείας. ἀλλ' ἐπειδὴ μηδέπω τῷ λόγῳ τῆς ὀπτασίας τὸ σωτηρίον ἐπράχθη Χριστοῦ πάθος, δι' οὗ πάσας τὰς ὑπὲρ ἡμῶν ἐξέτισεν ἁμαρτίας, οὔπω τελεία γέγονεν ἡ τῶν δαιμόνων καθαίρεσις, ἀλλὰ τὸ τέταρτον τέως μέρος· ἥντινα καθαίρεσιν τροπικῶς σφαγὴν ὀνομάζει καὶ λιμὸν τῶν πάλαι προσκυνούντων αὐτούς· καὶ θάνατον, τὸ τέλος τῆς τυραννίδος αὐτῶν διὰ τοῦ θανάτου παραγυμνῶν, καὶ ἀναίρεσιν ὑπὸ τῶν θηρίων τῆς γῆς, θηρία γῆς καλῶν τὰ ἐν τοῖς δαίμοσι τῆς ὑπερηφανίας καὶ κενοδοξίας πάθη· ἃ γηΐνους ὄντας αὐτούς, ὡς χαίροντας τοῖς ἐπὶ γῆς ἰλυσπωμένοις πάθεσιν, εἰ καὶ ἀσώματον ἔλαχον φύσιν, ὑποσμύχει καὶ κατεσθίει ἐκβαλλομένους τῆς κατὰ τῶν ἀνθρώπων ἀρχῆς. 90 καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ διὰ τὴν ἐκκλησίαν ἣν εἶχον. καὶ ἔκραζον φωνῇ μεγάλῃ, λέγοντες· ἕως πότε, ὁ δεσπότης καὶ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς; καὶ ἐδόθη αὐτοῖς ἐκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι μικρὸν χρό νον, ἕως πληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί. πέμπτη ἄρα τοῦ Κυρίου σωτηρία τῷ γένει δωρηθεῖσα τῶν ἀνθρώπων, ἥτις τὴν πέμπτην ἔλυσε τοῦ Κυρίου σφραγῖδα καὶ ἡμῖν προεξένησεν λῦσιν ἁμαρτιῶν καὶ οἰκείωσιν πρὸς Θεόν, τὰ δεσμὰ καὶ πληγαί, οἷς τεθεὶς ὁ Κύριος προσήχθη Πιλάτῳ, καὶ ἃς ἀπ' αὐτοῦ πέπονθεν Πιλάτου ἐξ ἡμισείας εὐλαβοῦς. περὶ τούτων ὁ Ἡσαΐας τῶν πληγῶν ἔφη, ἐρωτώμενον παρὰ τῶν θείων ἀγγέλων τὸν Κύριον· τί αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου, εἶπεν· ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. αὗται γὰρ τὰς ἡμετέρας ἰάσαντο πληγὰς, ἃς ἐπλήγημεν, ἐξ Ἱερουσαλὴμ εἰς Ἱεριχῶ καταβαίνοντες, καὶ λησταῖς περιπεσόντες, οἳ δήσαντες ἡμᾶς καὶ τραυματίσαντες ἀφῆκαν ἡμιθανεῖς, κατὰ τὴν τοῦ Λουκᾶ παραβολήν. ἀλλὰ καὶ τὰ δεσμὰ λέλυκεν ἡμῶν, τὰ τῆς ἁμαρτίας σχοινία, οἷς ἦμεν ἐσφιγμένοι· σχοινία γάρ φησιν ἁμαρτωλῶν ὁ προφήτης περιεπλάκησάν μοι. ἠγνόει δὲ ἄρα καθ' αὑτοῦ πονηρευόμενος ὁ ∆ιάβολος, 91 καὶ ἐν ταῖς τοῦ Κυρίου παροινίαις εἰς ἑαυτὸν ὠθῶν τὸ ξίφος καὶ τῆς κακῶς κτισθείσης ἐκπίπτων ἀρχῆς. οὗ γεγονότος, ἐπειδὴ πρότερον οἱ ἐν τῇ παλαιᾷ μαρτυρήσαντες ἅγιοι, μήπω κατὰ Χριστοῦ τοιούτων ἐνεργηθέντων, εἰ γὰρ καὶ ἐνεπτύσθη καὶ ἐρραπίσθη καὶ ἐκολαφίσθη, ἀλλ' ἐν παραβύστῳ ταῦτα ἐπράττετο ἐν τῷ παρανόμῳ τῶν ἀρχιερέων, συνεδρίῳ, ἐπὶ μάρτυσι μόνοις τοῖς ὑπηρέταις καὶ τοῖς εἰς τὴν βουλὴν συγκεκλημένοιςἔτι ἡσύχαζον, οὐδενὸς τῶν καθ' ἑαυτοὺς μεμνημένοι· ἐπειδὴ δὲ εἶδον δεθέντα τὸν Κύριον· καὶ ὑπὸ Πιλάτου φραγελλωθέντα ἐν δημοσίῳ καὶ ἐπὶ παντὸς τῶν Ἰουδαίων δήμου, συνεπανίστανται λοιπόν, καὶ ὡς ἀφορήτων γεγενημένων κατὰ τοῦ σφῶν δεσπότου, καὶ τῶν καθ' ἑαυτοὺς ἐμνήσθησαν. εἶδον γάρ φησιν ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν ἐκκλησίαν ἣν εἶχον. εἶδόν φησι τὰς τῶν μαρτύρων ψυχὰς τὸν ἀνωτάτω τόπον ἔχουσας· ἦσαν γὰρ ὑπὲρ τὸ ὑπερουράνιον θυσιαστήριον. εἶτα καὶ λέγει ποίων μαρτύρωντῶν σφαγέντων φησὶν ὑπὲρ τοῦ εὐσεβοῦς τῆς παλαιᾶς λόγου καὶ τῆς ἐκκλησίας ἤτοι συναγωγῆς ἣν εἶχον. οὐ μόνον γὰρ οἱ μάρτυρες ὑπὲρ ἑαυτῶν ἀποθνήσκουσι, ἀλλὰ κοινὴν ποιοῦνται τὴν ὠφέλειαν· προτροπὴ γὰρ τοῖς λοιποῖς τὸ αὐτῶν ἀνδρεῖον γίνεται, καὶ τοῖς τῶν