1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

72

χίλια ἔτη ἐν ὀφθαλ 214 μοῖς σου, Κύριε, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθε καὶ φυλακὴ ἐν νυκτί. τὰ χίλια τοιγαροῦν ἔτη ὡς μία ἡμέρα λογίζεται ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. τὸ δὲ αὐτὸ καὶ ἡ δευτέρα Πέτρου τοῦ θεσπεσίου ἐπιστολή φησι, γράψαντος· ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. τοῦτο μὲν οὕτως. ὁ θεσπέσιος δὲ Ἡσαΐας ἡμέραν φησὶ πᾶσαν τὴν τοῦ Κυρίου ἐνανθρώπησιν, λέγων καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησα σοι. οὐ μόνον δέ, ἀλλὰ καὶ ὁ ψαλμωδὸς ἡμέραν αὐτὴν καλεῖ καὶ πρωΐαν, πῆ μὲν λέγων αὕτη ἐστὶν ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ τὴν τῆς σωτηρίας ἡμῶν εὐφροσύνην· πῆ δὲ ψάλλων τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με· εὐπρόσδεκτοι γὰρ ἡμῶν αἱ δεήσεις τῆς ἐποψίας ἀξιωθεῖσαι τοῦ Θεοῦ καὶ Πατρός· τῇ τοῦ Κυρίου γεγόνασι μεσιτείᾳ καὶ καταλλαγῇ. καὶ αὖθις περὶ τῆς Ἱερουσαλήμ φησι· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωΐ. ἡμέρα δὲ καὶ πρωΐα ἡ τοῦ Κυρίου ἐνανθρώπησις γέγονεν, ὡς ἐπιλάμψαντος ἡμῖν τοῦ τῆς δικαιοσύνης ἡλίου. οὕτω γὰρ αὐτὸν ὁ Μαλαχίας φησί, καὶ κομίσαντος ἡμῖν τὸ τῆς γνώσεως φῶς, περὶ οὗ θείου φωτὸς ὁ Ζαχαρίας προανεφώνησε, λέγων ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφάναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις· ᾧ συνωδὰ καὶ ὁ προφήτης Θεὸς ἔφη Κύριος καὶ ἐπέφανεν ἡμῖν συστήσασθαι ἑορτὴν ἐν τοῖς πυκάζουσιν 215 ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. τούτων οὕτω προαφηγηθέντων, ἐπὶ τὸ προκείμενον ἰτέον. ἐπειδὴ εἴρηται ὅτι ἡ ἡμέρα ὡς χίλια ἔτη λελόγισται τῷ Θεῷ, καὶ ἀνάπαλιν ἡμέρα κέκληται ἡ τοῦ Κυρίου ἐπὶ γῆς ἀναστροφή, ταύτην τὴν ἡμέραν χίλια ἔτη φησίν, ὡς οὐκ οὔσης διαφορᾶς παρὰ Θεῷ ἡμέρας τε μιᾶς καὶ χιλίων ἐτῶν· ἐν ᾗ ταύτῃ, τῇ τοῦ Κυρίου ἐνανθρωπήσει, ἐδέθη ὁ ∆ιάβολος, ταῖς τοῦ σωτῆρος θεοσημείαις ἀνταιρεῖν μὴ δυνάμενος. ὅθεν τοῦ νοητοῦ τούτου δεσμοῦ ἐπαισθανόμενοι οἱ ἀλητήριοι δαίμονες ἔκραζον τί ἡμῖν καὶ σοί, ὑιὲ τοῦ Θεοῦ τοῦ ζῶντος; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἀλλὰ καὶ ὁ Κύριος τούτων παραγυμνῶν τὸν δεσμόν, ἔλεγεν· ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. ἐπεὶ οὖν, ὡς εἴρηται, τὴν ἐνανθρώπησιν τοῦ Κυρίου καὶ τὴν ἐπὶ γῆς ἀναστροφὴν ἡμέραν τε μίαν καὶ χίλια ἔτη νενοήκαμεν, ἀδιαφόρως τῇ θείᾳ γραφῇ κεκλημένον μυστικῶς τὸν τοιοῦτον ἀριθμόν, ὅρα τί φησιν ἡ ἀποκάλυψις. εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν, καὶ κρατήσας φησὶ τὸν ∆ιάβολον ἔδησε καὶ ἔβαλεν εἰς τὴν ἄβυσσον. ὡς ἐν πίνακι ζωγραφίας θεωρεῖται τῷ εὐαγγελιστῇ τὰ νοητῶς ἐνεργηθέντα τῷ Κυρίῳ κατὰ τοῦ ∆ιαβόλου. ἐπειδὴ γὰρ τὰ νοητὰ οὐκ ἦν ἰδεῖν ἄνθρωπον ὄντα τὸν Ἰωάννην, σωματικῶς αὐτῷ τὰ γεγονότα διαγράφεται, ἄγγελος ἅλυσιν ἔχων καὶ δεσμῶν τὸν ∆ιάβολον καὶ βάλλων εἰς τὴν ἄβυσσον· οὕτω γὰρ καὶ ἡ βίβλος τοῦ Ἰὼβ ἐγχείρησιν τοῦ ∆ιαβόλου καὶ 216 τὴν τοῦ Θεοῦ συγχώρησιν σωματικῶς διαπλάττουσα, τὸν μὲν ἐποίησεν παρὰ τοῦ Θεοῦ τὸν Ἰὼβ ἐξαιτούμενον, τὸν δὲ Θεὸν παρέχοντα καὶ λόγους ἐπιτηδείους πρὸς αἴτησιν καὶ δόσιν συμπαρέγραψε τοῖς γενομένοις. οὕτως οὖν καὶ νῦν μοι νοήσεις ὀρθῶς ποιῶν. ἵνα μὴ πλανήσῃ φησὶν ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· ἔδει γάρ τι πλέον ἔχειν ἀντιλήψεως καὶ κηδεμονίας λόγου τὴν τοῦ Κυρίου ἐπὶ γῆς διατριβὴν εἰς τὸ κωλύεσθαι κατὰ ταύτην τὰ ἴσα τοῖς πρὸ τῆς ἐνανθρωπήσεως χρόνοις ἐνεργεῖν κατὰ τῶν ἀνθρώπων τοὺς ἀκαθάρτους δαίμονας. καὶ μετὰ τοῦτο δεῖ αὐτόν φησι λυθῆναι μικρὸν χρόνον. ποῖον λέγει μικρόν; τὸν μεταξὺ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως καὶ τῆς συντελείας τοῦ παρόντος αἰῶνος· μικρὸς γὰρ οὗτος, κἂν μέγιστος εἶναι δοκῇ, πρός τε τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα μετρούμενός τε καὶ παραβαλλόμενος. εἰ γὰρ ἐν τῇ ἐσχάτῃ ὥρᾳ καὶ ἐν τῇ ἑνδεκάτῃ ὁ Κύριος ἡμῶν ἐπεφάνη σωματικῶς κατὰ τὴν πίστιν τῶν ἱερῶν γραμμάτων, δικαίως μικρὸς