1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

2

λέγομεν δὲ κα̣ὶ τ̣η`̣ν̣ ζωὴν̣ τη`̣ν̣ ου᾿̣ παρονομαζομένην̣ ἀπο`̣ ζωῆς· οὐ γὰρ μ̣ε̣τέχει ζωή, ἀλλὰ αὐτή ε᾿̣σ̣τι̣ν̣ ἡ ζωή. οὕτως οὐ῀̣ν ζῇ δια`̣ τὸν πατε´̣ρ̣α. ἀ´̣ν̣θ̣ρ̣ω̣πος οὖν δι̣α´̣ τ̣ι̣, θεὸς δὲ οὐ διά τι. ἀμφότερ̣α δὲ συνε´̣δραμε̣ν ἐπὶ του῀̣ τῆς ἐπιδημίας καιροῦ. ἐπιδημίαν δὲ οὐ πάντως λέγω τὴν̣ κατὰ σάρκα· πολλὰς γὰρ̣ ἠθέλησεν· α᾿̣ε̣ι`̣ ἐπιδημεῖ. καὶ οὕτω γοῦν ἐξείληφα τὸ ἐν τῷ Μιχ̣α̣ι´̣ᾳ̣· "καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐπάθα, ὀλιγοστὸς εἶ. ἐκ σοῦ μοι ἐξελεύσεται, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς" ε̣ἰσιν· οὐ γάρ που νῦν πρ̣ότ̣ε̣ρ̣ο̣ν̣ ε᾿̣ξ̣ε̣λ̣θὼν παρὰ τοῦ πατρὸς ἧκεν, ἀφ' οὗ ἡ χρεία τῆς δ̣ιοικ̣ήσεω̣ς τῶν σωστικῶν. ὅπως̣ π̣ο̣τ̣ε`̣ γινομένη καὶ ὅπου ποτὲ γινομένη τῆς ἐξόδου αὐτοῦ χρεία. διὰ τοῦτο οὐδὲ μίαν̣, ἀλλὰ πολλὰς ἐξόδους εἶπεν. "διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης". ἡ τελευταία ἔξοδ̣ος̣, η῾̣ τοῦ τοκετοῦ τῆς Μαρίας, ἐστίν τις "ἕως καιροῦ τικτούσης"· ἡ γραφὴ γὰρ οὐκ αἰνεῖ τικ̣τούσας, ἀλλὰ μίαν λέγει τίκτουσαν σημαινομε´̣ν̣η̣ν διὰ τῆς λέξ̣ε̣ω̣ς̣. τίκτου̣σα δὲ κ̣υρίω̣ς ε᾿̣σ̣τὶν ἡ μὴ σπέρματα ἀναλαβοῦσα καὶ κυοφορήσασ̣α κα̣ι`̣ μο̣ρ̣φ̣ω´̣σασα κ̣α̣ι`̣ π̣ε̣ρ̣ιστέγ̣ουσα, ἀλλὰ αὐτὴ τίκτει. διὰ τοῦτο ἐκ γυναικὸς γέγονεν. οὐδεὶς τῶν ἄλλων ἐκ γυν̣αικ̣ός, ἀλ̣λ̣ὰ διὰ γυναικὸς πάντες· ἐξ ἀνδρῶν δὲ πάντες· ἐκ τοῦ ἀνδρ̣ὸς γὰρ ἡ γυνὴ γίνεται, καὶ ὁ̣ ἀνὴρ διὰ τῆς γυναικός. καὶ τοῦτο δὲ ῥητέον, ὅτι αἱ γενε̣αλογίαι ἀπαθῶς̣ καὶ ε᾿̣πιστημο´̣ν̣ως καὶ εὐσεβῶς γίνονται, ὅταν ἀπὸ πατέρων κατάγωνται· διαβάλλεται γὰρ̣ ἡ γενεα̣λ̣ογία ἡ ἐκ γυναικῶν. μόνη οὖν αὕτη ἡ τίκτουσα ἄνευ ἀνδρ̣ὸς τέτοκ̣εν̣. καὶ διὰ τ̣οῦτο ἐκ γυναικὸς γέγονεν ὁ σωτήρ, οὐ διὰ γυναικός, εἰ καὶ πολλοὶ ἄλλοι γ̣ι´̣νονται λε´̣γοντες̣ ο̣υ᾿̣κ̣ 3 "ἐκ̣ Μαρίας", ἀλλὰ "διὰ Μαρίας". δόκησι̣ν οὖν πρεσβεύουσιν πολλοί. καὶ ὁ θεὸς ε᾿̣κ τοῦ π̣ατρός ἐστιν καὶ οὐ διά τι, ὁ δὲ ἄνθρωπος ἐκ̣ τ̣ο̣ῦ ∆αυὶδ καὶ τῆς Μαρίας καὶ διά τι. ἕνεκα τῆς σω̣τηρίας τοῦ κόσμου ἐλήλυθεν, ἵνα καταρ̣γήσῃ τὸν θάνατον, ἵνα πολλὰ ποιήσῃ το̣ῖς θν̣ητοῖς, ἅπερ ἐκ ῥαθυμίας ἰδίας ἀποβεβ̣λη´̣κ̣εσαν. τίνος δὴ ταῦτα χα´̣ριν λέγω; τὰ λεγόμενα περὶ τ̣οῦ σ̣ωτῆρος δηλοῖ τὴν θεότητα̣. καὶ π̣άντα̣ τὰ ἀπαγγελλόμενα περὶ τῆς θεότητος ἀσυντρ̣όχασ̣τ̣ά εἰσιν πρὸς ἄλλον τιν̣α´̣· μ̣ο̣ν̣ογενὴς γάρ ἐστιν. τὰ δὲ περὶ τ̣ο̣ῦ ἀνθρώπου λε̣γ̣όμε̣ν̣α̣ κατορθώματα ὡς ἀνθ̣ρ̣ω´̣που ἅπτεταί πως καὶ τῶν δι καίων. μιμ̣ηταὶ τοῦ ἀνθρώπου γίνονται οἱ σπουδαῖοι. ο̣υ᾿̣ μιμοῦνται δὲ τὴν θεότητα-τοῦτο γὰρ ἀνο´̣σ̣ι̣όν ἐστιν-, τὸν̣ ἀ´̣νθρ̣ω̣πον μιμοῦνται. ὅσα οὖν λέγεται περὶ του῀̣ α᾿̣νθρώπου, ῥηθείη ἂν καὶ περὶ τω῀̣ν ἀγγέλων καὶ περὶ τῶν τελείων ἀνδρῶν. ὅσα δ̣ὲ λέγεται περὶ τῆς θεότητος, οὐδὲ περὶ α᾿̣γ̣γ̣ε´̣λων οὐδὲ πε̣ρ̣ὶ ἀνθ̣ρ̣ω´̣πων ἁγίων ῥηθήσεται. οὐ λ̣έγω τινὰ τῶν γενητῶν σοφίαν εἶνα̣ι ἠ`̣ ἀπαύγασμα δόξης ἢ χαρακτῆρα τῆς θεικῆς ὑποστάσεως ἢ μονογενῆ τοῦ θεοῦ υἱόν. ὅσα δ̣ὲ λέγε̣ται ὡς π̣ερ̣ὶ ἀνθρώπου, ῥηθείη ἄν, οἷον· "ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον" ὄντα, "ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ θεοῦ". καὶ ἄλλοι πολλοὶ μαθόντες παρὰ το̣ῦ θεοῦ τη`̣ν ἀλήθειαν ἐλάλησαν. οὑ῀̣τ̣ος δὲ πλειόνως, οὗτος μειζόνως, ο̣ὗτος ἀσυνκρίτως. καὶ πάλιν· "ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν ὑμῖν λέγω, οὐ πιστεύετέ μοι". καὶ ἄλλοι λέγο̣υσιν τὴν ἀλήθειαν· ἐὰν γὰρ δῶμεν, ὅτι οὐδεὶς τὴν ἀλήθειαν εἶπεν ἢ αὐτ̣ὸς ὁ Χριστός, δίδο̣μ̣ε̣ν ε̣ι᾿̣ς̣ τὴν αἵρεσιν α᾿̣κ̣ο´̣νην τὴν ἀνώνυμον. ἔνι ἀνώνυμός τις αἵρεσις ἡ ἐξανατ̣εῖλ̣αι δοκοῦσα ἢ γεγονέναι ἐκ βιβλίων. καὶ πολλοὶ βίβλους, συντάξεις, ἔχουσιν καὶ τοῦτο λέγουσι̣ν̣, ὁ´̣τι οὐδέποτε ἐν ἀνθρώποις γέγονεν η῾̣ ἀλήθεια εἰ μὴ ἐπὶ τῇ ἐπιδημίᾳ τοῦ σωτῆρος· "ἡ χάρις" γ̣ὰρ "καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο". καὶ ὅρα ποῦ συνάγει αὐτοῖς ὁ λόγος· ἐπεὶ βούλον̣ται τὴν παλαιὰν γραφὴν μὴ ἐκ θεοῦ εἶναι μηδὲ τοὺς προφήτας, λέγουσιν, ὅτι οὐδέποτε ἡ ἀλήθεια ε̣ι᾿̣ς̣ α᾿̣νθρ̣ώπο̣υ̣ς ἐλήλυθεν εἰ μὴ τῆς ἐπιδημίας γεγενημένης. ταῦτα δὲ λέγοντες τὴν μίαν̣ θ̣ε̣ο´̣τ̣ητα δ̣ι̣ακο´̣πτουσιν καὶ ἄλλον λέγουσιν τὸν πρὸ τῆς ἐπιδημίας τὸν κοσμοποιόν̣, ἄλλον δε`̣ ζ̣ητ̣οῦσιν πατέρα Χ̣ριστοῦ. οὐ λέγομεν δὲ ἡμεῖς τοῦτο, ὅτι ποτὲ ἡ ἀλήθεια ἐκρύβη. ἀεὶ τὰς μαρτυρίας ἑαυτῆς ε᾿̣κπ̣ε´̣μπ̣ει. παρὰ τοὺς ἀνθρώπους δὲ ἔστιν ἢ ὁρᾶν