1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

10

μεσολαβεῖται ὑπὸ νυκτός, οὐ πλῆθος ἡμερῶν γίνεται. δυνατὸν δὲ καὶ οὕτως λαβεῖν· ἐπεὶ συνάφειαν ἔχουσιν αἱ ἀρεταὶ πρὸς ἑαυτάς-ἑκάστη γὰρ φωτεινή ἐστιν-, μία μακρότης ἡμερῶν γίνεται ἐκ τῆς ἀντακολουθήσεως αὐτῶν, οὐ διακόπτεται. λέγω· ἕκαςτον θεώρημα ἐπιστημονικὸν διῄρηται ἀπὸ τῶν ἄλλων· πολλὰ γὰρ γιγνώσκει ὁ ἐπιστήμων. οἷον, ὡς ἐπὶ ἰατρικῆς εἶναι, χειρουργικὸν θεώρημα, διαιτητικόν, ἐπὶ γραμματικῆς εἶναι, τόδε. ὅταν τις τελειωθῇ, οὐκέτι διάφορα αὐτὰ ἔχει· νῦν μὲν γὰρ οἷόν τέ ἐστιν μᾶλλον ἔχειν τὸ χειρουργικόν, ἔλαττον δὲ τὸ διαιτητικόν. ὅταν δὲ τέλειον ἰατρόν μοι ὑποθῇ καὶ πάντα τὰ θεωρήματα τελείως καὶ ἀνυπερβλήτως ἔχοντα, οὐκέτι διακεχυμένα εἰσὶν οὐδὲ τῇ ὕλῃ ἔχουσιν τὴν διαφοράν. ὑποθοῦ μοι ἄνθρωπον παντελῆ ἔχοντα ὑγίειαν κατὰ τὸ σῶμα. οὐκέτι διαίτης μόνης χρῄζει, οὐ τομῆς. ἀπέβαλεν ἐκεῖνα ὧν ἕνεκα ἔχρῃζεν τούτων, καὶ λοιπὸν ὑγίειαν ἔχει οὐκέτι ποιοῦσαν ἄλλο τι. αὐτοῦ δὲ χάριν ταῦτα πάντα σπουδάζεται. σπουδάζεται δὲ πόθῳ τινὶ ἡ διακατοχὴ αὐτῆς· εἰσὶν γὰρ ὥσπερ ποιοῦντα ὑγίειαν, οὕτω καὶ φυλακτικά, οἷον γυμνάσιον ἢ τοιάδε τροφή. ἐκείνη οὖν ἡ μακραίων ἡμέρα ἀδιάκοπός ἐστιν· ὀψὲ γάρ ποτε παραγίνεται το ὅταν πληρωθῇ τό· "ἔσται σοι κύριος φῶς αἰώνιον", ὅτε οὐκέτι ἐκλείπει ὁ ἥλιος "οὐδὲ ἡ ἀνατολὴ τῆς σελήνης φωτίζει τὴν νύκταν". οὐ περὶ τῶν αἰσθητῶν δὲ φωστήρων ταῦτα λέγεται· "εὐθέως" γὰρ "μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει φῶς αὐτῆς". ταῦτα δὲ τὰ φῶτα τὰ τοῖς ὧδε φίλα οὐκέτι δώσουσιν· ἔσται γὰρ ὁ ἥλιος ἑπταπλασίων καὶ ἡ σελήνη ὡς ὁ ἥλιος. καθόλου περὶ τῶν οὐρανῶν εἴρηται ὅτι "ἀλλαγήσονται". ὅταν δὲ οὐρανοὺς ἀλλαττομένους λέγῃ, 15 καὶ τοὺς ἐν αὐτοῖς ἀστέρας καὶ φωστῆρας λέγει, ὥσπερ, ἐὰν ἐπὶ γῆς λέγωμεν· "ἡ γῆ πᾶσα προσκυνεῖ", τοὺς οἰκοῦντας ἐν τῇ γῇ λέγομεν. "ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ". 6 μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου. ἐὰν κυρίως τὴν δόξαν λαμβάνωμεν, οὐ τὴν τυχοῦσαν κατάστασιν ἡδίστην δόξαν λέγομεν. οἷον δόξαν οὐ λέγομεν ἀρχὴν ἀνθρω̣πίνην, οὐκ ἀξίωμα· ὅλα γὰρ ταῦτα τὰ δοξάρια ἀνθρώπων μικρολόγων καὶ ἀπειραγάθων ἐστίν. δοκοῦσιν οὖν ἰατροὶ σωτηρίαν ἐπιφέροντες τοῖς ὑγιαζομένοις δόξαν αὐτοῖς περιποιεῖν-δεδόξασται μᾶλλον ὁ ὑγιαίνων παρὰ τὸν κάμνοντα-, ἀλλ' οὐ μεγάλη ἐστὶν ἡ δόξα. ὁμοίως καὶ κυβερνήτης. "ἐν τῷ σωτηρίῳ" οὖν τοῦ θεοῦ "μεγάλη δόξα" ἐστίν· τὸ γὰρ σωτήριον τοῦτο νοῦ καὶ ψυχῆς ἅπτεται. τῶν δὲ ἐν ἡμῖν πάντων ὁ νοῦς διαφέρει καὶ ἡ ψυχὴ τοῦ σώματος, κἂν ἑτέροις μὴ δοκῇ. δυνατὸν δὲ καὶ αὐτὸν τὸν σωτῆρα σωτήριον εἰπεῖν, ὡς πολλαχοῦ κεῖται· "εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν". "καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ", ἀντὶ τοῦ "πᾶς ἄνθρωπος" ἢ "πᾶσα αἰσθητικὴ ψυχή". "ἐν τῷ" οὖν "σωτηρίῳ" τούτῳ "μεγάλη ἡ δόξα" ἐστίν. εἰ καὶ δοκεῖ ἄτιμος εἶναι ὁ θάνατος ὃν ἀνεδέξατο-"ἐπικατάρατος" γάρ ἐστιν "πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου" κατὰ τὸν νόμον-, ἀλλ' ἴσχυσεν δόξαν τοσαύτην λαβεῖν ἡ δοκοῦσα ἀτιμία ἐκ τοῦ σκοποῦ τῆς σωτηρίας, ὅτι σωτηρία γέγονεν οὐ θρεμμάτων, οὐκ ἀνθρώπων ἁπλῶς, ἀλλὰ ψυχῆς καὶ νοῦ καὶ πνεύματος, ὡς γράφει Παῦλος· "ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα". ἡ δοκοῦσα οὖν ἀτιμία δόξα ὑπερβάλλουσά ἐστιν. ὑπομνῆσαι θέλω νόημα. ὅτε εἰς τὸ εὐαγγέλιον ἔλεγον, εἰς τὸ χωρίον ἐκεῖνο τό· "ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει", πρὸς ἑτέροις καὶ αὕτη ἡ ἑρμηνεία ἀποδέδοται· ἐὰν τὴν ἀναλογίαν τοῦ ποιοῦντος σκοπήσῃς, καὶ τὰ μεγάλα μικρά ἐστιν· ὡς πρὸς τὸν θεὸν μικρά ἐστιν. οὐ πεποιήκασιν δὲ οἱ ἀπόστολοι αἰσθητὰ ἔργα ὑπὲρ τὰ τοῦ σωτῆρος. ὁ σωτὴρ Λάζαρον ἤγειρεν τεταρταῖον ἤδη ἐν τῷ θανάτῳ ὄντα καὶ ἐγγὺς τοῦ διαλυθῆναι καὶ ἤδη εἰς τὸ ὄζειν ἐφθακέναι. οὐδὲν τοιοῦτο πεποίηκαν οἱ ἀπόστολοι. ἀπὸ γενετῆς τυφλὸν εἰς ὄψιν ἤγαγεν Ἰησοῦς. ἐὰν δὲ σκοπήσῃς ταῦτα τὰ ἔργα τοῦ