2
καὶ ἀπ' αὐτῆς τῆς πρώτης ὑμνῳδίας ἔννοιάν τινα περὶ τοῦ προκειμένου λαβεῖν, ὅπως τριχῇ τεμὼν τὴν ἀρετὴν ὁ λόγος ἑκάστῳ τμήματι κατά τινα πρόσφορον ἀναλογίαν προσμαρτυρεῖ τὸ μακάριον, νῦν μὲν τὴν ἀλλοτρίωσιν τοῦ κακοῦ μακαρίζων, ὡς ἀρχὴν γινομένην τῆς ἐπὶ τὸ κρεῖττον ῥοπῆς μετὰ δὲ τοῦτο τὴν τῶν ὑψηλῶν τε καὶ θειοτέρων μελέτην, ὡς ἕξιν ἐμποιοῦ σαν ἤδη τοῦ κρείττονος. εἶτα τὴν διὰ τούτων τοῖς τελειουμέ νοις κατορθουμένην πρὸς τὸ θεῖον ὁμοίωσιν· ἧς χάριν λέγεται καὶ τὰ προλαβόντα μακάρια. ταύτην δὲ τῷ ἀειθαλεῖ ξύλῳ αἰνίσσεται, ᾧ ἡ τελειωθεῖσα δι' ἀρετῆς ὁμοιοῦται ζωή. 5.27
ΚΕΦΑΛΑΙΟΝ Βʹ
Ὡς δ' ἂν ἀκριβέστερον ἐπισταίημεν τῇ περὶ τῶν ἀρετῶν διδασκαλίᾳ, ἣν
ὑφηγεῖται διὰ πάσης τῆς ψαλμικῆς ὁδηγίας ὁ λόγος, καλῶς ἂν ἔχοι πρότερον ἡμᾶς ἐφ' ἡμῶν αὐτῶν διελέσθαι, οἷόν τινα τεχνικὸν λόγον ἐν τάξει δι' ἀκολούθου προάγοντας, πῶς ἔστιν ἐν ἀρετῇ γενέσθαι τὸν ἐραστὴν τοῦ τοιούτου βίου. οὕτω γὰρ ἂν ἐπιγνοίημεν τῆς προδεικνυμένης διδασκαλίας ἡμῖν τὸ ἀκόλουθον. χρὴ τοίνυν τὸν μέλλοντα πρὸς ἀρετὴν βλέπειν πρότερον μὲν διακρῖναι τῷ λόγῳ τὸν βίον τόν τε ἀστεῖον καὶ τὸν ὑπαίτιον, ἰδίοις ἑκάτερον ἐπισημειωσά μενον γνωρίσμασιν, ὡς ἂν ἀσύγχυτος αὐτῶν ὁ λόγος εἴη μηδενὶ τῶν κοινούντων ἐπιθολούμενος. σημεῖα δὲ τῆς ἑκατέρου τούτων ἰδιότητος ἔστι μὲν ἴσως καὶ ἄλλα τινά· τὰ δὲ γενικώτερα τῶν ἄλλων κατά γε τὴν ἡμετέραν ὑπόληψίν ἐστι ταῦτα· τὸ μεμερίσθαι πρὸς αἴσθησίν τε καὶ διάνοιαν τὴν ἐγγινομένην τοῖς ἀνθρώποις παρ' αὐτῶν εὐφροσύνην τῆς μὲν κακίας ἡδυνούσης τὴν αἴσθησιν, τῆς δὲ ἀρετῆς τὴν ψυχὴν εὐφραινούσης. ἐπὶ τούτοις ἂν εἴη ἀκόλουθον δι' εὐφημίας τε καὶ διαβολῆς τὴν τῶν ἀκουόντων διάνοιαν ἀπάγειν τε τοῦ χείρονος καὶ προσοικειοῦν τῷ βελτίονι τῆς μὲν τοῦ πονηροῦ βίου διαβολῆς τὸ μῖσος πρὸς τὴν κακίαν φερούσης, τοῦ δὲ τῶν ἀγαθῶν ἐπαίνου πρὸς τὸ εὐφημότερον τὴν ἐπιθυμίαν ἐφελκομένου. μετὰ τοῦτο δὲ ὡς ἂν ἐνεργότερον τοῦ ἀγαθοῦ βίου τὸ ἐγκώμιον γένοιτο καὶ ἐμψυχότερος ὁ τοῦ χείρονος ψόγος, αὐτῶν προσήκει τῶν ἐν ἀρετῇ θαυ μασθέντων καὶ τῶν ἐν κακίᾳ κατεγνωσμένων τὴν μνήμην ποιήσασθαι. ἐπίτασιν γάρ τινα τῆς ἐν τῇ ψυχῇ διαθέσεως ἐμποιεῖ καὶ βεβαιότητα προφανέντα τῶν βίων τὰ ὑποδείγ ματα, πρὸς τὴν τῶν ἀρίστων ὁμοτιμίαν τῆς ἐλπίδος τὴν 5.28 ψυχὴν ἐφελκομένης καὶ τῆς ἐπὶ τῶν κατεγνωσμένων διαβολῆς πρὸς ἀποφυγήν τε καὶ ἀλλοτρίωσιν τῶν ὁμοίων ἐπιτηδευμάτων παιδοτριβούσης. ἐπὶ πᾶσι δὲ τούτοις ἀναγ καῖον ἂν εἴη πρὸς ἑκάτερον τούτων λεπτομερῆ τινα διδασκα λίαν ποιήσασθαι, ἣ καὶ τὸ κρεῖττον ὑποδείξει καὶ ἀποτρέψει τοῦ χείρονος, πρὸς τοῦτο μὲν ὑποθήκαις τισὶν καὶ συμβουλαῖς ὁδηγοῦσα τὴν ἀκοήν, ἀπὸ δὲ τῶν χειρόνων διὰ τῶν ἀπο τρεπτικῶν ἀπείργουσα λόγων. Τούτων δὲ οὕτω διευκρινηθέντων, ἐπειδὴ δυσπαρά δεκτόν ἐστι τῇ φύσει πᾶν τὸ πρὸς ἡδονὴν ἀλλοτρίως ἔχον (ἡδονὴν δὲ λέγω τὴν τοῦ σώματος φίλην· ἡ γὰρ τῆς ψυχῆς εὐφροσύνη πολλῷ τῷ μέσῳ τῆς ἀλόγου τε καὶ ἀνδραποδώδους ἡδυπαθείας ἀπῴκισται)· ἴδιον δὲ σημεῖον ἑκατέρου τῶν βίων, τοῦ ἐν ἀρετῇ τε καὶ κακίᾳ, τοῦτο προλαβόντες ἐπέγνω μεν, ὅτι διὰ μὲν τῆς κακίας κολακεύεται ἡμῶν τὰ τῆς σαρκὸς αἰσθητήρια, ἡ δὲ ἀρετὴ ψυχῆς εὐφροσύνη τοῖς κατορθώσασι γίνεται. τοῖς δὲ νῦν εἰσαγομένοις πρὸς τὸν ὑψηλότερον βίον, οἷς ἔτι τοῦ καλοῦ κριτήριον ἡ αἴσθησις εἶναι δοκεῖ, οὔπω ἱκανῶς ἔχει καθορᾶν τὸ ἀγαθὸν ἡ ψυχή, ἀγύμναστος ἔτι καὶ ἀήθης οὖσα τῆς τοιαύτης κατανοήσεως. πρὸς δὲ τὸ μὴ γνωριζόμενον ἅπαν, κἂν ὅτι μάλιστα καλὸν ᾖ, ἀκίνητος ἡμῶν ἡ ἐπιθυμία μένει, ἐπιθυμίας δὲ μὴ προϋπαρχούσης, οὐδ' ἂν ἡδονή τις ἐγγένοιτο τοῦ μὴ ποθουμένου πράγματος. ὁδὸς γὰρ εἰς ἡδονὴν ὁ πόθος γίνεται. ἀναγκαίως ἐπινοῆσαί τι χρὴ