1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

40

διὰ τῶν προδιηνυσμένων κατορθουμένη. ὁ γὰρ τὴν κλη ρονομίαν γνωρίσας αὐτὸς καὶ τῆς Ὀγδόης μέμνηται· ἥτις πέρας τε τοῦ ἐνεστῶτος χρόνου γίνεται καὶ ἀρχὴ τοῦ μέλλοντος αἰῶνος. ἴδιον δὲ τῆς Ὀγδόης τὸ μηκέτι καιρὸν εἰς παρασκευὴν ἀγαθῶν ἢ κακῶν ἐνδιδόναι τοῖς ἐν αὐτῇ γινομένοις, ἀλλ' ὧν ἄν τις ἑαυτῷ καταβάληται διὰ τῶν ἔργων τὰ σπέρματα, τούτων ἀντιπαρέχειν τὰ δράγματα. οὗ χάριν ἐνταῦθα ἐνεργεῖν νομοθετεῖ τὴν μετάνοιαν (ὡς ἐν τῷ ᾅδῃ τῆς τοιαύτης σπουδῆς ἀπρακτούσης) ταῖς αὐταῖς νίκαις ἐγγυμνασθέντα. πάλιν ἀπολύει πρὸς ἑτέρους ἀγῶνας ὁ λόγος· πάλιν ἀλείφει τῇ τῶν πειρασμῶν προσβολῇ. ὁ αὐτὸς γὰρ πολέμιος ὁ Ἀβεσσαλὼμ ἐκεῖνος ὥσπερ ἀναγεννηθεὶς ἐξ ἡμῶν αὐτῶν τὸν πόλεμον τὸν καθ' ἡμῶν ἐξαρτύεται, ὃν ἀποτρέπει φονῶντα καθ' ἡμῶν ἡ ἡμετέρα περὶ τοῦ πράγματος εὐβουλία, μᾶλλον δὲ ἡ παρὰ τοῦ θεοῦ συμμαχία. τῶν γὰρ κατορθωθέντων αὐτῷ χρηστῶν διὰ τῶν λόγων Χουσὶ τῷ θεῷ τὴν αἰτίαν ἀνατιθεὶς ταύτην τὴν εὐχαριστίαν πεποίηται. περιττὸν δ' ἂν εἴη τὰ τῆς ἱστορίας σοι δι' ἀκριβείας ἐκτίθε σθαι· πῶς πιστὸς τοῦ ∆αβὶδ ὢν ἐν τοῖς ὑπασπισταῖς, οὗτος ὁ Χουσὶ ἐν τοῖς φίλοις τοῦ Ἀβεσσαλὼμ καταμίγνυται καὶ πιθανώτερος γίνεται τῷ τυράννῳ τῆς τοῦ Ἀχιτόφελ συμ βουλῆς. ὅθεν συνέβη τούτου κατὰ τὴν εἰσήγησιν τῆς γνώμης κατακρατήσαντος, αὐτὸν ὑφ' ἑαυτοῦ καταπνιγῆναι τὸν κατὰ τοῦ ∆αβὶδ τῷ Ἀβεσσαλὼμ συμβουλεύσαντα. ἄξιον δ' ἂν 5.122 εἴη προσαγαγεῖν τῷ κατ' ἀρετὴν βίῳ καὶ τὰ τῆς ἱστορίας αἰνίγματα. πῶς ἡ σῴζουσα ἡμᾶς γνώμη ἀγχόνη γίνεται τοῦ ἀντικειμένου· ἡ δὲ σωτήριος αὕτη γνώμη ἡ μὲν τῇ ἱστορίᾳ, ἡ δὲ τῇ ψαλμῳδίᾳ ἐγγέγραπται. ἡμῖν δὲ σκοπός ἐστι τὸν ἐν τάξει τῶν ψαλμῶν εἱρμὸν κατανοῆσαι, δι' οὗ τῷ ἀγαθῷ προσαγόμεθα. οὐκοῦν τὴν ἐνταῦθα γνώμην τὴν ἀναιρετικὴν τοῦ ἐπιβουλεύοντος ἡμῖν κατανοήσωμεν. Τίς οὖν ἐστιν αὕτη; τὸ ἴσον εἰς κακίαν ἡγεῖσθαι ἄρχειν τε ἀδικίας καὶ ἀμύνεσθαι τὸν ἀπάρξαντα. τιμᾶται γὰρ ἑαυτῷ τῶν ἐσχάτων καὶ τῆς καθ' ἑαυτοῦ τιμωρίας ὁριστὴς γίνεται, εἰ εὑρεθείη κακοῦ τὸ κακὸν ὥσπερ ἐν συναλλάγματι δια μείψας καὶ ἀντιδοὺς τοῖς προπαρασχομένοις ὃ ἔλαβεν· καὶ οὕτως μετὰ τοὺς ἀγῶνας τούτους πάλιν νικητὴς ἀναδεί κνυται. διαδέχεται γὰρ ἐπιγραφὴ τὸ Ὑπὲρ τῶν ληνῶν προδεικνύουσα τέλος. τὸ δὲ τῶν ἀγώνων τέλος νίκη ἐστίν. πάλιν δὲ τὴν Ὑπὲρ τῶν ληνῶν ἔννοιαν ἐξαπλοῦσθαι τῷ λόγῳ περιττὸν ἂν εἴη, ἱκανῶς ἐν τοῖς κατὰ τὸν ἴδιον τόπον ἐξητασμένοις προδηλωθεῖσαν. ὥσπερ δὲ μετὰ τὴν πρώτην ἐκ τοῦ Ἀβεσσαλὼμ φυγὴν ἐν τῷ διακρῖναι τῶν ἀληθινῶν πραγμάτων τὴν ματαίαν σπουδὴν ἀξιοῦται τῆς νίκης, οὕτως καὶ νῦν μετὰ τοὺς ὁμοίους ἀγῶνας, τῷ Ὑπὲρ τῶν ληνῶν λόγῳ συμμάχῳ πρὸς τὸν ἀντίπαλον χρώμενος, νικητὴς γίνεται διὰ τοῦ καταλῦσαι τὸν ἐχθρὸν ἅμα καὶ ἐκδικητήν. ὃς διὰ τοῦτο καὶ ἐχθρὸς καὶ ἐκδικητὴς ὀνομάζεται, ὅτι αὐτὰ τὰ πρὸς ἁμαρτίαν αὐτοῦ δελεάσματα τιμωρία τοῖς αἰσθανομένοις ἡ πικροτάτη ἐστί· καὶ δι' ὧν ἐφέλκεται πρὸς τὴν τοῦ κακοῦ κοινωνίαν ἐν ἀπάτῃ τὸν ἄνθρωπον, αὐτὸ ἐκεῖνο τὸ χαλεπώτατον τῆς τιμωρίας εἶδός ἐστιν. οὕτως ἑρμηνεύει τὴν διάνοιαν ταύτην ὁ θεῖος ἀπόστολος εἰπὼν 5.123 ὅτι Τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. τίς γὰρ ἂν γένοιτο πρὸς τιμωρίαν ἄλλη χαλεπωτέρα ἐπίνοια τῆς κατὰ τὴν ἀσχημοσύνην ἀκαθαρσίας, ἣν ἐν ἑαυτοῖς κατεργάζονται οἱ τῆς ἀσχημοσύνης ἐργάται; ὁ οὖν καταλύσας ἐν τῷ ἰδίῳ βίῳ τοῦ τοιούτου τὴν δύναμιν, ὃς τιμωρεῖται τὸν ἐν κακίᾳ γενόμενον δι' αὐτοῦ τοῦ μετασχεῖν τῆς κακίας, ὁρᾷ τοὺς οὐρανοὺς καὶ τὴν τῶν οὐρανῶν ὑπερ καθημένην μεγαλοπρέπειαν καὶ τὸ τῆς φύσεως ἡμῶν ἀξίωμα, τίνων τε ἄρχει καὶ τίσι συντεταγμένη ἐστίν. τῷ γὰρ αὐτῷ καὶ τῶν ἀλόγων ἡγεμονεύει καὶ τοῖς ἀγγέλοις διὰ συγκρίσεως παρισουμένη μικρὸν ἐλαττοῦται. λόγος τοίνυν ἐστὶν δι' οὗ γίνεται καὶ ἡ κατὰ τούτων ἀρχὴ καὶ ἡ πρὸς τοὺς ἀγγέλους οἰκείωσις. πάλιν ἑτέρας ἐκδέχεται νίκης τρόπος, ὅταν ὑπερβὰς τὰ φαινόμενα τοῖς ἀπορρήτοις ἐμβατεύσῃς τῷ λόγῳ (υἱὸς δὲ ὁ λόγος) καὶ ἱκανὸς ἤδη γένῃ ταῖς προλαβούσαις