1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

17

ἐξυδαροῦσθαι, καὶ ἐν τῷ πυρὶ τὸν σίδηρον ἐκπυροῦσθαί φαμεν, οὕτω καὶ τὸν τοῦ ὄντος ἐκπεσόντα ἐν τῷ οὐδενὶ γενόμενον ἐξουδενοῦ σθαι· οὐκοῦν ἡ ἐξουδένωσις ἡ ἐν τῷ ἀγαθῷ ἀνυπαρξία ἐστίν. αὕτη δὲ ἐπὶ τοὺς ἄρξαντας τῆς κακίας, τουτέστιν ἐπὶ τοὺς πρώτους ἀνθρώπους ἐλθοῦσα καθάπερ τι ῥεῦμα πονηρὸν καὶ ἐπὶ τὴν τῶν ἐπιγινομένων διαδοχὴν ἐξεχέθη. ἐπεὶ οὖν ἐπτώχευσεν ἡ φύσις τοῦ τοιούτου κτήματος, τῆς ζωῆς λέγω, καὶ πένης ὁ ἄνθρωπος ὑπὸ τοῦ κλέπτου ἐγένετο, τὴν θείαν συληθεὶς εὐλογίαν, διὰ τοῦτό φησιν ὅτι Ἐβοήθησε πένητι ἐκ πτωχείας. τῇ γὰρ ἐκείνου πτωχείᾳ ἡμεῖς ἐπλουτήσαμεν. καὶ ἔθετο αὐτοὺς ὁ ποιμὴν ὁ καλὸς ἀντὶ θηρίων πρόβατα πατριᾶς· πατριὰν δὲ ὀνομάζει τὸ σύστημα τῶν εἰς τὸν θεῖον κατάλογον συντελούντων. ὡς καὶ ὁ ἀπόστολος λέγει Ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. εἶτα ἐπάγει· ὅτι Ὄψονται εὐθεῖς καὶ φοβηθήσονται., διδάσκων διὰ τῶν εἰρημένων ὅτι πρὸς τὴν φιλανθρωπίαν ταύτην βλέπων ὁ εὐθὴς φοβείσθω. οὐ γὰρ μικρὸν τῶν ἀγαθῶν φυλακτήριον ὁ φόβος γίνεται, τῇ μνήμῃ τῶν προγεγονότων πρὸς τὸ ἐφεξῆς σωφρονίζων τὸν ἐν πάθει γενόμενον. οὗ κατακρατοῦντος καὶ πᾶσαν τὴν διὰ χαυνότητος πρὸς τὸ 5.64 κακὸν γινομένην εὐκολίαν ἡμῶν ἐξορίζοντος Πᾶσα, φησίν, ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. ὡς μακάριος ὁ βίος ἐκεῖνος, ἐν ᾧ τὸ τῆς ἀνομίας στόμα καθάπερ τις βορβόρου πηγὴ εἰς τὸ διηνεκὲς ἐμφραγήσεται οὐκέτι τῇ δυσωδίᾳ τὸν τῶν ἀνθρώπων βίον καταμολύνον. αὕτη ἐστὶν ἡ τῶν ἀγαθῶν κορυφή, τὸ τῶν ἐλπίδων κεφάλαιον, τὸ πέρας πάσης μακαριότητος, τὸ μηκέτι διοχλεῖσθαι ὑπὸ κακίας τὴν φύ σιν, ἀλλὰ τὴν πᾶσαν ἀνομίαν <ἐξαιρεῖσθαι>· αὕτη δ' ἂν εἴη ὁ εὑρετὴς τῆς ἀνομίας. τοῦτο γὰρ ἡ περιληπτικὴ διασημαίνει φωνή, ἐμφράξαι τὸ στόμα ἐκεῖνο, οὗ ἡ φωνὴ τὸ κατ' ἀρχὰς θανάτου ὕλη τοῖς ἀνθρώποις ἐγένετο. ὅταν οὖν ἐξαιρεθείη πᾶν τὸ τῷ καλῷ ἀντικείμενον, ἐκείνη ἐκδέξεται ἡμᾶς ἡ κατά στασις, ἧς οὐδεὶς λόγος μηνυτὴς εὑρεθήσεται, ἥτις ὑπὲρ αἴσθη σίν τε καὶ γνῶσιν εἶναι παρὰ τῆς θείας φωνῆς μεμαρτύρηται. τούτοις ἐπάγει καθάπερ τινὰ σφραγῖδα τὰς ἐπὶ τέλει φωνὰς λέγων Τίς σοφὸς καὶ φυλάξει ταῦτα· καὶ συνήσουσι τὰ ἐλέη τοῦ κυρίου; ἐπειδὴ γὰρ διπλῆ ἡ τῆς σοφίας ἐνέργεια, καὶ ἡ μέν ἐστιν ἐρευνητική τε καὶ ζητητικὴ τῶν συμφερόντων, ἡ δὲ φυλακτικὴ τῶν εὑρεθέντων, τὸ ἓν τῆς σοφίας ἔργον, τὸ ζητητικὸν λέγω, πεπαῦσθαι τηνικαῦτα βούλεται. εἰς τί γὰρ τῇ ζητήσει χρησόμεθα τοῦ ζητουμένου παρόντος; ἓν ἔργον δὲ μόνον κελεύει τὸ λειπόμενον γίνεσθαι, ὅπως ἂν φυλαχθείη τὸ πορισθὲν ἀγαθόν, πρὸς τοῦτο τῆς σοφίας ἡμῖν συνεργούσης. τίς δὲ ἡ σοφία καὶ τίς ἡ τῶν ἀγαθῶν ἐστιν φυλακή; τὸ μὴ ἀσυνέτως τῆς θείας φιλανθρωπίας ἔχειν. ὁ γὰρ συνεὶς ὧν τετύχηκεν οὐκ ἂν πρόοιτο τὸ ἀγαθὸν οὗ ἠξίωται. ὁ δὲ ἀσυνέτως ἔχων τῆς χάριτος ταὐτὸν πείσεται τοῖς τυφλοῖς, οἳ μαργαρίτην ἢ σμάραγδον ἤ τινα τῶν τιμίων 5.65 λίθων ἐν χερσὶ λαβόντες, ὡς ψηφῖδά τινα τῶν εἰκαίων ἀπορρίπτουσιν ἀγνοίᾳ τοῦ κάλλους ἀκουσίως ζημιωθέντες τοῦ κτήματος.

ΚΕΦΛΛΑΙΟΝ Θʹ

Ταύτας δὲ τὰς πέντε τῶν ψαλμῶν διαιρέσεις, δι' ὧν καθάπερ τινὰς βαθμοὺς

ἀλλήλων ὑπερανεστῶτας κατά τινα τάξεως ἀκολουθίαν κατανοήσαντες ἐκ τῶν εἰρημένων διεκρίναμεν σημείων, ὅτι ἑκάστου τμήματος ἡ τελευταία φωνὴ στάσιν τινὰ τοῦ λόγου καὶ βάσιν τῆς διανοίας ἔχει περιγράφουσαν ἐν ἑαυτῇ τῶν προηνυσμένων τὸ πέρας διὰ τῆς δοξολογικῆς τε καὶ εὐχαρίστου φωνῆς τῆς λεγούσης Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. τὸ γὰρ νόημα τούτων εὐχαριστία τίς ἐστιν εἰς τὸ διηνεκὲς παραμέ νουσα· ἐπειδὴ οὐκ εἰσάπαξ εἰπὼν ὁ λόγος Γένοιτο ἔστησε τὴν εὐλογίαν, ἀλλὰ τῇ δισσῇ ἀναλήψει τῆς φωνῆς ἐν τῇ εὐχαριστίᾳ νομοθετεῖ τὸ ἀΐδιον. ἐν ἑκάστῳ δὲ μέρει τῶν κατὰ τὰ τμήματα ταῦτα διαιρεθέντων,