1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

52

περὶ τοῦ Σαοὺλ διεξέρχεται· ἐν οἷς ἡ τῶν ψαλμῶν τάξις οὐκ ἐκ τῆς ἀκολουθίας τῶν ἱστορικῶν συνέστη πραγμάτων, ἀλλὰ τοῖς κατὰ προκοπὴν δι' ἀρετῆς τελειουμένοις ἐπηκολούθησεν, ἕκαστον τῶν ἐν τοῖς πράγμασι δηλουμένων εἰς ἔνδειξιν τῆς κατὰ τὴν ἀρετὴν αὐξήσεως καταλ λήλως ἁρμόσασα, καὶ πρῶτα καὶ τελευταῖα κατὰ τὸν λόγον τῆς ἀρετῆς δι' ἀκολούθου ταχθῆναι καὶ μὴ τῇ ὑλικῇ συντυχίᾳ τῶν πραγμάτων δουλεῦσαι τὴν τάξιν. διά τοι τοῦτο μετὰ πολλὰ ἑρμηνεύεται ἡ πρὸ πολλῶν πραγμάτων γεγενημένη κατὰ τὸ σπήλαιον συνδρομὴ τοῦ τε Σαοὺλ τοῦ πρὸς τὸν φόνον διώκοντος καὶ τοῦ ∆αβὶδ τοῦ τὸν φόνον ἐκκλίνοντος. ἐν ᾧ πρὸς τὸ ἐναντίον ἀνεστράφη τοῦ φόνου ἡ ἐξουσία, ὡς τὸν ἐπὶ θανάτῳ διωκόμενον, τοῦτον ἐφεστάναι τῇ τοῦ φονῶντος σφαγῇ, καὶ ἐν ἐξουσίᾳ σχόντα τὴν κατὰ τοῦ πολεμίου 5.152 τιμωρίαν, στῆσαι μέχρι τῆς ἐξουσίας τὴν δύναμιν ἀντὶ τοῦ πολεμίου τὸν ἑαυτοῦ θυμὸν ἐν ἑαυτῷ ἀποκτείναντα. Τὰ μὲν οὖν τῆς ἱστορίας πᾶσι πρόδηλα πάντως ἐστὶν οἷς οὐκ ἐν παρέργῳ τὰ θεῖα σπουδάζεται. ἐροῦμεν δὲ διὰ βραχέων, ὡς ἂν οἷόν τε ᾖ συντεμόντες ἐν ὀλίγῳ τὸ περὶ τούτου διήγημα. ἔρημός τις ἦν τόπος κατὰ τὴν Ἰουδαίαν, ἐν ᾧ διωκόμενος ὁ ∆αβὶδ ὑπὸ ἀμηχανίας ηὐλίζετο. ἐν τούτῳ τι σπήλαιον εὐρύχωρον ἦν, δι' ἑνὸς στομίου τοὺς ἐν αὐτῷ καταδυομένους παραδεχόμενον. τοῦ δὲ Σαοὺλ ἀναζητοῦντος τὸν ∆αβὶδ καὶ πανστρατιᾷ διερευνωμένου τὴν ἔρημον, κατα φεύγουσιν ὑπ' ἀνάγκης αὐτός τε ὁ ∆αβὶδ καὶ οἱ μετ' ἐκείνου ὑπὸ τὸ σπήλαιον. ὄντων δὲ ἤδη τούτων ἐν τῷ σπηλαίῳ, εἴσω γίνεται τοῦ στομίου καὶ ὁ Σαοὺλ μετ' ἐκείνους, ἐφ' ᾧ τε πρός τι τῶν ἀναγκαίων παρασκευάσασθαι, ἀγνοῶν τὴν αὐτομάτως συμβᾶσαν κατὰ τῆς σωτηρίας αὐτοῦ στρατηγίαν. ὡς οὖν ἐφ' ἑαυτοῦ ἦν καὶ τὴν διπλοΐδα περιελόμενος παρ' ἑαυτόν που κατέθετο καταφανὴς ὢν διὰ τῆς ἐκ τοῦ στομίου αὐγῆς τοῖς ἔνδον ὑποκρυπτομένοις τῷ ζόφῳ, τοῖς μὲν ἄλλοις ἦν γνώμη πᾶσιν τοῖς μετὰ τοῦ ∆αβὶδ ἐπιδραμεῖν τῷ ἐχθρῷ καὶ ἀμύνασθαι τὸν ἐπὶ τὸ φονεῦσαι παραγενόμενον, ὡς τοῦ θεοῦ δεδωκότος τοῖς ἐπὶ θανάτῳ διωκομένοις τὸν ἐχθρὸν ὑποχείριον. ὁ δὲ ∆αβὶδ τούτοις μὲν ἀπεῖπε τὴν ὁρμὴν ἀθέμιτον κρίνας τὴν κατὰ τοῦ βασιλέως αὐτῶν ἐπιχείρησιν. γυμνώσας δὲ τῆς θήκης τὸ ξίφος καὶ λεληθότως παραστὰς τῷ Σαοὺλ κατόπιν, ἀμάρτυρον ἔχων κατ' αὐτοῦ τὴν ἐγχείρη σιν· ὁ γὰρ ἐν τῷ σπηλαίῳ ζόφος ἐπικρύπτων τὴν ὄψιν παρῃρεῖτο τῶν γινομένων τὸν ἔλεγχον· δυνάμενος τοίνυν 5.153 μιᾷ πληγῇ κατὰ τῶν μεταφρένων διὰ τῆς καρδίας ὅλον διελάσαι τὸ ξίφος, τοῦ μὲν σώματος Σαοὺλ οὔτε ἥψατο οὔτε ἐμέλλησεν. ἀποτέμνει δὲ τῷ ξίφει λαθὼν ἐκεῖνον τὸ τῆς δι πλοΐδος πτερύγιον, ὡς ἂν μαρτυρήσειε μετὰ ταῦτα τῆς εἰς τὸν Σαοὺλ φιλανθρωπίας ἡ χλανὶς <διὰ> τῆς τοῦ πτερυγίου τομῆς τῆς κατὰ τοῦ σώματος αὐτοῦ πληγῆς τὴν ἐξουσίαν δεικνύουσα. δι' ἧς ἐγένετο φανερὸν ὅπως ὁ ∆αβὶδ τὴν μακροθυμίαν πεπαίδευτο, ὃς ξίφος ἔχων ἐν τῇ παλάμῃ γυμνόν, ὑποκειμένου τῇ χειρὶ τοῦ πολεμίου σώματος, ἐν ἐξουσίᾳ τοῦ ἀνελεῖν ὑπάρχων, νικήσας καὶ τῷ λογισμῷ τὸν θυμὸν καὶ τῷ θείῳ φόβῳ τὴν τῆς πληγῆς ἐξουσίαν, οὐ μόνον τοῦ ἰδίου θυμοῦ κρείττων ἐγένετο, ἀλλὰ καὶ τὸν ὑπασπιστὴν πρὸς τὸν τοῦ Σαοὺλ φόνον ὁρμήσαντα κατέστειλεν ἐκείνῃ τῇ ἀοιδίμῳ φωνῇ εἰπὼν πρὸς αὐτὸν Μὴ διαφθείρῃς τὸν χριστὸν κυρίου. προέρχεται οὖν ὁ Σαοὺλ ἐκ τοῦ σπηλαίου γινώσκων τῶν γεγονότων οὐδὲν καὶ περικεκομμένον περιβα λὼν ἑαυτῷ τὸ χλανίδιον. ὁ δὲ ∆αβὶδ συνεξελθὼν αὐτῷ κατόπιν μετὰ τῆς καθ' ἑαυτὸν ἀσφαλείας καὶ προκαταλαβὼν τὸ ὑπερκείμενον τοῦ σπηλαίου γεώλοφον, προτείνει τῇ χειρὶ τὸ πτερύγιον. τοῦτο δὲ οὐδὲν ἕτερον ἦν ἢ τρόπαιον κατὰ τῶν πολεμίων ἀναίμακτον. καὶ ἐμβοήσας τῷ Σαοὺλ μεγάλῃ τῇ φωνῇ τὴν καινὴν ταύτην καὶ θαυμαστὴν ἀριστείαν ἐκδιηγεῖται, ἣν λύθρος αἵματος οὐκ ἐμίανεν, ᾗ καὶ ὁ ἀριστεὺς ἐνίκησεν καὶ ὁ ἡττηθεὶς περισῴζεται. οὐ γὰρ τῷ πτώματι τοῦ πολεμίου μαρτυρεῖται τοῦ ∆αβὶδ ἡ ἀριστεία· ἀλλ' ἐν τῷ περισώσασθαι τοῦ κινδύνου τὸν ἀντικείμενον φανερωτέρα γίνεται ἡ ὑπεροχὴ τῆς δυνάμεως, ᾧ τοσοῦτον περιῆν τῆς 5.154 πεποιθήσεως μὴ τῇ