1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

28

σημᾶναι βούληται, τῶν Ἑβραίων ἡ γλῶττα Ἀλληλοῦ κατονομάζει. ἐπειδὴ δὲ ὁ αἶνος εἰς θεὸν πάντως τὴν ἀναφορὰν ἔχει, τὸ δὲ ἴα ἓν τῶν ἑρμηνευτικῶν τῆς θείας φύσεώς ἐστιν ὄνομα, ὅλον κοινῇ τὸ Ἀλληλούϊα αἶνος θεοῦ ἑρμηνεύεται. ὅταν τοίνυν τοῦτο τὸ ῥῆμα προγεγραμμένον ᾖ τῆς ψαλμῳδίας, νοητέον ἂν εἴη τὸ δεῖν πάντως τὸ ὑποκεί μενον εἰς δοξολογίαν ἀναγαγεῖν θεοῦ. οὕτω τοι καὶ τοῖς 5.91 τελευταίοις μάλιστα τῆς βίβλου τῶν ψαλμῶν αἱ πολλαὶ τῶν τοιούτων ἐπιγραφῶν ἐφευρίσκονται, δι' ὧν ἔστιν ἐννοεῖν ὅτι τοῖς ἤδη πρὸς τὸ τέλειον φθάσασι τῆς κατ' ἀρετὴν πολιτείας καὶ διὰ τῶν προλαβόντων τῆς ψαλμῳδίας τμημά των κατὰ τὴν νοηθεῖσαν ἐπ' αὐτῶν θεωρίαν ἐκκαθαρθεῖσιν ἁρμόζει τὸ αἰνεῖν τὸν θεόν· καὶ ἐν τούτοις εἶναι, ἐν οἷς καὶ ἡ τῶν ἀγγέλων φύσις εἶναι πεπίστευται. οὔτε γὰρ ἐκείνων μεμαθήκαμεν ἀσχολίαν ἄλλην τινὰ πλὴν τοῦ αἰνεῖν τὸν θεὸν οὔτε τοῖς κατ' ἀρετὴν τελείοις ἕτερόν τι σπουδάζεται ἢ τὸ τὴν ζωὴν ἑαυτῶν αἶνον εἶναι θεοῦ παρασκευάσαι· ἐπεὶ τοίνυν οἱ τὴν ἐπιγραφὴν ἔχοντες τοῦ Ἀλληλούϊα πάντες σχεδὸν τῷ τελευταίῳ τμήματι τῆς ψαλμῳδίας ἐνευρίσκονται, σαφῶς ἔστι κατανοῆσαι ὅτι πάσης ὑπέρκειται τῆς ὑψηλῆς διὰ τῶν ψαλμῶν ἀναβάσεως τὸ τελευταῖον τμῆμα τῆς ψαλμῳδίας, ἐν ᾧ τὸ πλεῖστον θεοῦ αἶνός ἐστιν, ἤτοι εἰς τὸ αἰνεῖν τὸν θεὸν παρακέλευσις.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ

Λείπεται δὲ τῶν ἀνεπιγράφων τὴν αἰτίαν ὥς ἐστι δυνατὸν κατανοῆσαι. τὰ δὲ

ἐν τῷ μέρει τούτῳ παρ' ἡμῶν εὑρισκόμενα ἐν τῇ δοκιμασίᾳ τῶν ἐντυγχανόντων προκείσθω ἢ δέξασθαι τὰ ἡμέτερα ἢ πρὸς μείζονα θεωρίαν προσάγειν αὐτῶν τὴν διάνοιαν. ταύτην τοίνυν τὴν διαφορὰν ἐν τοῖς ἀνεπιγράφοις κατενοήσαμεν. τοῖς μὲν γὰρ αὐτῶν ἀντὶ ἐπιγραφῆς ἡ <τῆς> ψαλμῳδίας γίνεται ἐπίνοια, ἐφ' ὧν κοινὸν καὶ παρ' Ἑβραίοις καὶ παρ' ἡμῖν τὸ μὴ εἶναι ἄλλην ἐπιγραφὴν τῶν ὑποκειμένων εἰ μὴ ταύτην μόνην τὴν τοῖς ῥητοῖς ἐμφαινομένην διάνοιαν. τοῖς δὲ λοιποῖς ἐπιγραφαὶ μέν εἰσιν ἐκκλησιαστικαί τε καὶ μυστικαὶ καὶ τῆς κατὰ τὸ μυστήριον ἡμῶν εὐσεβείας ση μαντικαί, ἀλλὰ τοῖς Ἑβραίοις οὐκ εἰσὶ κατὰ τὴν γεγενημένην 5.92 ἐν τῷ Εὐαγγελίῳ κατ' αὐτῶν κατηγορίαν, Ὅτι δόγμα ἔθεντο, Εἴ τις ὁμολογήσειε τὸν Χριστόν, ἀποσυνάγωγος γένηται. ὅσας τοίνυν ἐκεῖνοι τῶν ἐπιγραφῶν κατενόησαν ἔνδειξίν τινα περιέχειν τοῦ μυστηρίου, ταύτας οὐ παρεδέξαντο. διὸ καὶ παρεσημήνατο δι' ἀκριβείας ἐπ' αὐτῶν τὸ τοιοῦτον ὁ λόγος τῇ ἀναγνώσει τῆς ἐκκλησιαστικῆς ἐπιγραφῆς προστιθεὶς ὅτι παρ' Ἑβραίοις ἐστὶν ἀνεπίγραφος. τῆς τοίνυν διαιρέσεως ταύτης ἐν τοῖς ἀνεπιγράφοις προεκτεθείσης, καιρὸς ἂν εἴη δι' αὐτῶν τῶν ῥητῶν δοῦναι τῷ λόγῳ τὴν μαρτυρίαν. Ὁ προτεταγμένος τῶν ὅλων ψαλμὸς ἐπιγραφῆς οὐκ ἐδεήθη. φανερὸς γάρ ἐστι τοῖς ἀναγινώσκουσιν ὁ τῶν λεγομένων σκοπός, ὅτι εἰσαγωγικὸς πρὸς φιλοσοφίαν ἐστὶν ἀποστῆναι τοῦ κακοῦ συμβουλεύων καὶ ἐν τῷ ἀγαθῷ γενέσθαι καὶ ὁμοιοῦσθαι τῷ θεῷ κατὰ δύναμιν. Ἀλλ' ἐπειδὴ τὸ μὴ δεῖν ἀσεβεῖν ἐν τῇ ἀρχῇ τοῦ μακαρισ μοῦ προετάχθη, ὁ δεύτερος, ὅπως ἂν ἔξω τῆς ἀσεβείας γενώμεθα, ὑποτίθεται τὸ εὐαγγελικὸν προαναφωνήσας μυστήριον· ὥστε τρόπον τινὰ ἐπιγραφὴν τοῦ δευτέρου ψαλμοῦ τὸν πρῶτον εἶναι· λέγει γὰρ τὴν διὰ σαρκὸς ἐκεῖ γένεσιν τοῦ σήμερον μὲν γεννηθέντος δι' ἡμᾶς (χρόνου δὲ μέρος ἐστὶ τὸ σήμερον), ἀεὶ δὲ ἐκ τοῦ πατρὸς καὶ ἐν τῷ πατρὶ ὄντος υἱοῦ καὶ θεοῦ, τήν τε βασιλείαν ἐπὶ τῶν ἀβασιλεύ των, οἳ διὰ τὸ μὴ δουλεύειν θεῷ ἐν ἔθνεσιν ἦσαν κατειλεγ μένοι αὐτόνομοί τινες ὄντες, μᾶλλον δὲ ἄνομοι, τῷ τὸν θεῖον μὴ παραδέξασθαι νόμον, ἀλλ' ἀπορρίψαι ἀφ' ἑαυτῶν τὸν ζυγόν· ζυγὸν δὲ λέγει τὴν ἐντολήν. τῆς δὲ τοῦ παντὸς ὑπερκειμένης βασιλείας καὶ ἐπὶ τούτοις ἐλθούσης, οἱ ποτὲ ἀδέσποτοι θεοῦ κληρονομία γίνονται διὰ τῆς εἰς τὸν σήμερον 5.93 γεννηθέντα