1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

27

ψυχήν, ἐξελθεῖν προσήκει τῆς σαρκώδους σκηνῆς. οὐ γὰρ ἔστιν ἄλλως ἐγκαινισθῆναι τὸν οἶκον ἡμῶν ὑπὸ τοῦ ἀνακαινίζοντος ἡμᾶς διὰ τῆς ἑαυτοῦ ἐνοικήσεως, εἰ μὴ τὸ ἐξόδιον τῆς σκηνῆς διὰ τῆς τοῦ σωμα τικοῦ βίου ἀλλοτριώσεως κατορθωθείη. Ὁ δὲ τῆς ἐκστάσεως ψαλμὸς ὁ μετὰ τὸν ἐγκαινισμὸν τεταγμένος, οὗ πρόκειται ἡ ἐπιγραφὴ αὕτη Εἰς τὸ τέλος ψαλμὸς τῷ ∆αβὶδ ἐκστάσεως, σύμφωνός ἐστι τοῖς προτεθεω ρημένοις, ἐκστῆναι συμβουλεύων ἐκείνων, ὧν ἐπιβλαβής ἐστιν ἡ συνάφεια. Οἷς δὲ παράκειται τὸ Εἰς ἀνάμνησιν, σύντομόν τινα διδασκαλίαν ὁ λόγος ὑπὲρ τῆς σωτηρίας ἡμῖν ὑποτίθεται. ἐπειδὴ γὰρ ἡ παρακοὴ τῆς θείας ἐντολῆς ὁδὸς εἰς ἀπώλειαν τοῖς ἀνθρώποις ἐγένετο (οὐ γὰρ ἂν ἀπολώλαμεν, εἰ τῇ μνήμῃ τὴν ἐντολὴν ἐφυλάξαμεν), διὰ τοῦτο ὡς ἀντιφάρ μακον τοῦ κατὰ τὴν λήθην πάθους τὴν ἀνάμνησιν τῆς ἐντολῆς ὁ λόγος ἡμῖν ὑποτίθεται, ἐν δύο ψαλμῳδίαις τοῦτο ποιῶν. Ἐν οἷς δὲ ἡ ἐξομολόγησις πρόσκειται, ταῦτα παρὰ τῆς 5.89 φωνῆς διδασκόμεθα· διπλῆς οὔσης ἐν τῇ γραφικῇ συνηθείᾳ τῆς κατὰ τὴν ἐξομολόγησιν σημασίας, καὶ νῦν μὲν τὴν ἐξαγόρευσιν, αὖθις δὲ τὴν εὐχαριστίαν ἐνδεικνυμένης, ἐνταῦθα κατ' ἀμφοτέρας τὰς ἐννοίας πρὸς τὸν κατ' ἀρετὴν βίον χειραγωγούμεθα. ἥ τε γὰρ ἐξαγόρευσις χωρισμόν τε καὶ ἀλλοτρίωσιν τῶν κακῶν ἀπεργάζεται, τό τε πρὸς τὴν εὐχαριστίαν πρόθυμον πλεονάζει τὴν παρὰ τοῦ εὐεργέτου χάριν ἐπὶ τῶν εὐαισθήτως δεχομένων τὰς εὐποιΐας. πρόκειται οὖν ὁ ψαλμὸς Εἰς ἐξομολόγησιν οὕτως, εἰ μέν τις ἁμαρτίας ὑποσμύχει σε μνήμη συμβουλεύων τὸ διὰ τῆς μετανοίας καθάρσιον. εἰ δέ σοι πρὸς τὸ κρεῖττον εὐοδοῦται ὁ βίος, βεβαίαν σοι ποιεῖ διὰ τῆς πρὸς τὸ θεῖον εὐχαριστίας τὴν ἀμείνω προαίρεσιν. Ἡ δὲ Στηλογραφία καὶ τὸ Μὴ διαφθείρῃς εἴτε μετ' ἀλλήλων εἴτε κεχωρισμένως τισὶ τῶν ἐπιγραφῶν ἐφευρί σκοιτο, συμβουλὴν περὶ τῆς κατὰ τὴν μακροθυμίαν ἀρετῆς περιέχουσι. τὸ γὰρ Μὴ διαφθείρῃς τοῦ ∆αβίδ ἐστιν ἡ φωνὴ κωλύοντος τὸν ὑπασπιστὴν χρήσασθαι κατὰ τοῦ Σαοὺλ τῇ πληγῇ, ἡ δὲ τῆς Στηλογραφίας διάνοια τὸ δεῖν οἷόν τινι στήλῃ τῷ μνημονικῷ τῆς ψυχῆς ἐγκεχαραγμένην ἔχειν τὴν τοιαύτην φωνὴν ὡς ἂν ἐπὶ τῶν ὁμοίων πραγμάτων, εἴ τις περίστασις πρὸς τὴν τοῦ λελυπηκότος ἄμυναν τὸν θυμὸν ἡμῶν διαναστήσειεν, ἀναγινώσκοντες τῇ διανοίᾳ τὸ κωλυτικὸν τοῦ φόνου πρόσταγμα καὶ αὐτοὶ πρὸς μακροθυμίαν τὸν θυμὸν κατευνάσωμεν. ἀκριβέστερον δὲ τὸν περὶ τούτων λόγον εἰς αὖθις διαληψόμεθα πρὸς τὴν τῶν λοιπῶν ἐπιγραφῶν θεωρίαν ἐπαναδραμόντες.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ

Χρὴ γὰρ καὶ τὸ Ἀλληλούϊα, ὅ τί ποτε σημαίνει, κατανοῆσαι 5.90 ὅπερ πολλοῖς

τῶν ψαλμῶν ἐπιγραφὴ γίνεται. ἔστι τοίνυν τὸ Ἀλληλούϊα παρακέλευσις μυστικὴ πρὸς τὴν τοῦ θεοῦ ὑμνῳδίαν τὴν ἀκοὴν ἐπεγείρουσα, ἵνα τοιοῦτον ᾖ τούτου τὸ σημαινόμενον ὅτι Αἰνεῖτε τὸν κύριον· ἐν οἷς γὰρ μέρεσι τῆς ἁγίας γραφῆς αὕτη πρόσκειται ἡ φωνὴ λέγουσα Αἰνεῖτε τὸν κύριον, διὰ τοῦ Ἀλληλούϊα ἐν ταῖς Ἑβραϊκαῖς γραφαῖς τὸ τοιοῦτον σημαίνεται. ἢ τάχα μᾶλλον γνωρίζει ὁ λόγος οὗτος τῆς ὑποκειμένης ψαλμῳδίας τὴν δύναμιν λέγων αὐτὴν αἶνον εἶναι θεοῦ. ποικίλως γὰρ ἐκ διαφόρων ὀνομάτων κατά τινα συμβολικὴν σημασίαν τῆς θείας φύσεως δηλουμένης ἐν ταῖς Ἑβραίων φωναῖς· ἓν τῶν σημαντικῶν περὶ θεοῦ ὀνομάτων παρ' Ἑβραίοις ἐστὶ καὶ τὸ ἴα, τὸ δὲ ἀλληλοῦ αἶνος νοεῖται. καὶ μὴ θαυμάσῃς εἰ τὴν λεγομένην εὐθεῖαν ἐν τῇ πτώσει τοῦ ὀνόματος τὸ τοιοῦτον σχῆμα τῆς φωνῆς ταύτης ἐνδείκνυται. οὐ γὰρ πρὸς τὴν παρ' ἡμῖν συνήθειαν τυποῦται καὶ παρὰ τοῖς Ἑβραίοις τὰ ῥήματα, ἀλλ' ἕτερος τύπος τῆς παρ' αὐτοῖς ἐκφωνήσεως τῶν ὀνομάτων παρὰ τὸν ἡμέτερον. οὕτω γοῦν τὸ τοῦ προφήτου ὄνομα ἡμεῖς μὲν κατὰ τὸν παρ' ἡμῖν τύπον ἐξελληνίζοντες Ἡλίαν φαμέν, ἡ δὲ παρ' Ἑβραίοις εὐγλωττία τὴν εὐθεῖαν τοῦ ὀνόματος Ἡλίου λέγει. οὕτως οὖν καὶ ἐνταῦθα, ὅταν τὸν αἶνον ἐπ εὐθείας πτώσεως