1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

2

πάσαις ταῖς αὐτοῦ συγγραφαῖς ὁ θεσπέσιος Ἰωάννης ἐμφιλοχωρήσας τοῖς θεοπρεπέσι λόγοις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν τῷ παρόντι συγγράμματι τοῖς ἀνθρωποπρεπέσιν αὐτοῦ διατρίβει μᾶλλον ὅπως μὴ δόξειεν ἐκ τῶν θειοτέρων μὲν αὐτὸν ἐπιγινώσκων, οὐ μὴν καὶ ἐκ τῶν ἀνθρωπίνων. δεῖγμα γὰρ τῆς ἀκραιφνοῦς θεολογίας ὥσπερ τὸ πιστεύειν ὅτι ἐκ τοῦ Θεοῦ καὶ πατρὸς ὁ θεῖος λόγος πρὸ παντὸς αἰῶνος καὶ χρονικοῦ γεγέννηται διαστήματος, συναΐδιός τε καὶ ὁμοούσιος τῷ πατρὶ καὶ τῷ πνεύματι, καὶ συγκατάρχει τῶν αἰώνων, καὶ πάσης κτίσεως νοητῆς τε καὶ αἰσθητῆς, κατὰ τὸ εἰρημένον τῷ σοφωτάτῳ Παύλῳ ἐν τῇ πρὸς Κολασσαεῖς ἐπιστολῇ, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ἀόρατα καὶ τὰ ὁρατά, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος καὶ τῆς ἐκκλησίας· ὅς ἐστιν ἀπαρχὴ πρωτότοκος ἐκ νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· οὕτω πιστεύειν αὐτὸν 32 ἐπ' ἐσχάτων δι' ἡμᾶς καὶ τὴν ἡμῶν σωτηρίαν; καὶ ἄνθρωπον γεγονέναι, οὐκ ἐκστάσει θεότητος, ἀλλὰ προσλήψει σαρκὸς ἀνθρωπίνης, ἐψυχωμένης νοερῶς, ἵν' ἐκ δύο φύσεων νοεῖται συνημμένος ὁ Ἐμμανουήλ, θεότητός τε καὶ ἀνθρωπότητος, τελείως ἐχουσῶν κατὰ τὸν οἰκεῖον λόγον καὶ τὴν κατὰ ποιότητα φυσικὴν ἰδιότητα καὶ διαφοράν, οὔτε συγχυθέντων τῶν εἰς ἑνότητα συνδεδραμηκότων, οὔτε μὴν διαιρουμένων μετὰ τὴν ἄφραστον καὶ ἀφαντασίαστον ἕνωσιν. βδελυκτοὶ γὰρ ὁμοίως ἀμφότεροι Νεστόριος τε καὶ Εὐτυχής· τὰ ἐναντία καὶ ἐκ διαμέτρου κακά. ὅπως οὖν εἴη τὸ τοῦ σωτῆρος ἡμῶν δόγμα ἀκριβὲς καὶ ἀποξεσμένον αὐτῷ, ἐν τοῖς ἄλλοις τοῖς θείοις ἐνδιατρίψας, ὡς εἴρηται τοῦ Κυρίου, ἐνταῦθα τοῖς ἀνθρωπίνοις κατεχρήσατο ῥήμασί τε καὶ διανοήμασι· πλὴν οὔτε ἐν ἐκείνοις τὰ θεῖα δίχα τῶν ἀνθρωπίνων, οὔτε ἐνταῦθα τὰ ἀνθρώπινα δίχα τῶν θείων ἐξέδωκεν. παρὰ τὸ πλέον δὲ καὶ ἧττον ταῖς συγγραφαῖς κατεχρήσατο. ἐντεῦθεν αὐτῷ τῷ εἰπεῖν ἀποκάλυψις, δέδοται μὲν παρὰ τοῦ πάτρος τῷ υἱῷ· δέδοται δὲ παρὰ τοῦ υἱοῦ ἡμῖν τοῖς δούλοις αὐτοῦ. δούλους δὲ Χριστοῦ τοὺς ἁγίους εἰπών, ἐφύλαξεν αὐτῷ τὸ θεοπρεπές. τίνος γὰρ ἂν εἴησαν οἱ ἄνθρωποι, πλὴν τοῦ ποιητοῦ καὶ δημιουργοῦ τῶν ἀνθρώπων; τίς δὲ ὁ τῶν ἀνθρώπων καὶ πάσης κτίσεως δημιουργός; οὐδεὶς παρὰ τὸν μονογενῆ τοῦ Θεοῦ λόγον καὶ υἱόν. πάντα γὰρ δι' αὐτοῦ ἐγένετό φησιν ἐν Εὐαγγελίοις ὁ παρὼν συγγραφεύς. τί δὲ βούλεται αὐτῷ τὸ προσθεῖναι ἃ δεῖ γενέσθαι ἐν τάχει; καίτοι τῶν μελλόντων ἔσεσθαι οὔπω τετελεσμένων, ἤδη πλείστου δεδραμηκότος χρόνου ἐξ οὗ ταῦτα εἴρηται, ἐτῶν πλειόνων ἢ πεντακο 33 σίων. ὅτι πάντες οἱ αἰῶνες ἐν ὀφθαλμοῖς τοῦ ἀτελευτήτου αἰωνίου Θεοῦ εἰς οὐδέν εἰσι λελογισμένοι· χίλια γὰρ ἔτη, φησὶν ὁ προφήτης, ἐν ὀφθαλμοῖς σοῦ, Κύριε, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθεν καὶ φυλακὴ ἐν νυκτί. διὰ τοῦτο τοιγαροῦν τὸ ἐν τάχει προσέθηκεν οὐ πρὸς τὸ μέτρον ἀπιδὼν τῶν χρόνων τῆς τῶν γενησομένων συμπληρώσεως, ἀλλὰ πρὸς τὴν ἰσχὺν καὶ τὸ αἰώνιον τοῦ Θεοῦ. τῷ ὄντι γὰρ πᾶσα χρονικὴ παράτασις κἂν ὅτι μάλιστα πλείστη τέ ἐστι καὶ μεγίστη μικρά τίς ἐστι πρὸς τὸ ἀτελεύτητον συγκρινομένη. Ἰησοῦς οὖν φησιν ὁ Χριστὸς ἐσήμανέν μοι ἃ δεῖ γενέσθαι. οὐκ αὐτὸς ἐπιφανεὶς καὶ εἶπεν, ἀλλὰ διὰ τοῦ ἀγγέλου αὐτοῦ μυσταγωγήσας με. ὁρᾶς τὸ φιλάληθες τοῦ θεσπεσίου τούτου, ὁμολογήσαντος ὡς δι' ἀγγέλου αὐτῷ ἀποκεκάλυπται καὶ οὐκ ἀπὸ στόματος ἤκουσεν τοῦ Κυρίου· ὅστις, φησὶν Ἰωάννης, ἐμαρτύρησεν τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ ὅσα εἶδεν. τούτῳ τῷ σχήματι καὶ ἐν Εὐαγγελίοις κέχρηται, τὴν διδασκαλικὴν ἀξιοπιστίαν ἑαυτῷ φυλαττόμενος. εἶπεν οὗτός ἐστιν ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθὴς ἡ μαρτυρία αὐτοῦ ἐστιν. καὶ νῦν φησιν μάρτυς ἐστὶν τοῦ ὀφθέντος αὐτῷ θείου λόγου. λέγει δὲ τοῦ τῆς παρούσης ἀποκαλύψεως καὶ τῆς δοθείσης παρὰ Χριστοῦ μαρτυρίας, τοῦτ' ἔστι, διὰ μαρτυρίας μάρτυς εἰμὶ καὶ συγγραφεύς. μακάριος ὁ ἀναγινώσκων καὶ ἀκούων τοὺς λόγους τῆς