2
καὶ κόμῃ κεφαλῆς τὴν φιλοσοφίαν ὁριζομένη, τῆς ποιητικῆς θεολογίας τὸ καταγέλαστον ὁρῶσα, ἑτέ ρας πλάνης ἐπενόησεν ἀτραποὺς, εἰς αὐτὸ τὸ ποιητικὸν 83.560 ἐκεῖνο βάραθρον ἀπαγούσας. Οἱ μὲν γὰρ, τῇ κομψείᾳ τοῦ λόγου, καὶ τῇ τῶν ἐνθυμημάτων δεινότητι, τὴν ποιητικὴν περὶ τῶν θεῶν αἰσχρολογίαν ἐκά λυψαν. Οἱ δὲ, τοῖς πάθεσι τὴν θείαν προσηγορίαν ἀν έθεσαν, καὶ τὴν μὲν ἡδονὴν, Ἀφροδίτην ὠνόμασαν· Ἄρεα δὲ, τὸν θυμόν· τὴν δὲ μέθην, ∆ιόνυσον· Ἑρμῆν δὲ, τὴν κλοπήν· τὴν δὲ φρόνησιν, Ἀθηνᾶν· καὶ τοιαῦτά τινα μετὰ ἀλαζονικῆς ὀφρύος, καὶ τῆς Ἀτ τικῆς στωμυλίας τερατευόμενοι, τοὺς πολλοὺς τῶν ἀνθρώπων εἰς ἑτέραν εἴδους ἀπάτην μετήγαγον. Καὶ οἱ τὸ φιλοσοφεῖν ὑπισχνούμενοι, καὶ τὴν ἀπὸ τοῦ σχή ματος τιμὴν παρὰ πάντων δρεπόμενοι, καὶ τῶν παθῶν κρατεῖν ἐπαγγελλόμενοι, προσκυνεῖν τὰ πάθη τοὺς ἀνθρώπους ἐποίησαν, καὶ τὸν αὐτοκρά τορα νοῦν τῶν παθῶν ἡνίοχον, θύειν ἐπιθυμίᾳ, καὶ θυμῷ, καὶ κλοπῇ, καὶ μέθῃ, καὶ τοῖς ἄλλοις πάθεσιν ἀνοήτως πεπείκασιν. Ἄλλοι δὲ πάλιν, οὐδὲν ὑπὲρ τὰ ὁρώμενα νοῆσαι δυνηθέντες, ἀλλὰ τοῖς αἰσθητοῖς τὸν νοῦν ἐγκαθείρξαντες, τὰ τοῖς ὀφθαλμοῖς εἰς θεω ρίαν προκείμενα, θεοὺς προσηγόρευσαν. Καὶ τὸ σε πτὸν ὄνομα, φρίκην ἐμποιοῦν τοῖς ἀκούουσιν, οἱ μὲν τοῖς στοιχείοις, οἱ δὲ μέρεσι τούτων ἐπέθεσαν. Καὶ οἱ μὲν, ἀπὸ ταυτομάτου γεγενῆσθαι τὸν κόσμον· οἱ δὲ, πολλοὺς ἀνθ' ἑνὸς ἐφαντάσθησαν. Καὶ οἱ μὲν, μηδὲ εἶναι παντελῶς τὸ Θεῖον· οἱ δὲ, εἶναι μὲν, οὐδενὸς δὲ τῶν ὄντων ἐπιμελεῖσθαι· οἱ δὲ, ἐπιμελεῖσθαι μὲν ἔφασαν, σμικρολόγως δὲ τοῦτο ποιεῖν, καὶ τῇ σελήνῃ περιορίζειν τὴν πρόνοιαν, τὸ δὲ λοιπὸν τοῦ κόσμου μέρος ὡς ἔτυχε φέρεσθαι, τῇ τῆς εἱμαρμένης ἀνάγκῃ δουλεύειν ἠναγκασμένον. Εἰσὶ δέ τινες, οἳ καὶ Χρι στιανῶν μὲν προσηγορίαν ἔχουσιν, ἄντικρυς δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμοῦσιν. Οἱ μὲν γὰρ τὸ ἀγένητον εἰς τρία τέμνουσι· καὶ τὸ μὲν καλοῦσιν ἀγαθόν· τὸ δὲ, κακόν· τὸ δὲ, δίκαιον. Οἱ δὲ δύο ἀρχὰς ἀγεννήτους ζωγραφοῦσι τῷ λόγῳ, ἀλλήλαις ἐναντίας ἐκ διαμέτρου. Ἄλλοι δὲ, τοῖς μὲν ἀσεβέσι τούτοις πο λεμεῖν ἐπαγγέλλονται δόγμασιν, ἑτέραν δὲ δυσσεβείας ἐπινοοῦσιν ὁδόν. Τὸν γὰρ μονογενῆ τοῦ Θεοῦ Λόγον ὁμολογοῦντες Υἱὸν, ὡς ποίημα τῇ κτίσει συναρι θμοῦσι, καὶ τὸν Κτίστην ἱστῶσι μετὰ τῆς κτίσεως. Καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῷ δυσσεβεῖ λόγῳ τῆς θείας ἐξορίζουσι φύσεως. Ἄλλοι δὲ ἄλλως τὴν εὐθεῖαν ὁδὸν ἀπολέσαντες, καὶ τοῖς τῶν προωδευκότων ἴχνεσιν ἀκο λουθῆσαι μὴ βουληθέντες, πόῤῥω που τῆς ἀληθείας ἐγένοντο. Καὶ οἱ μὲν τὴν ὑπὲρ ἡμῶν γεγενημένην οἰ κονομίαν παντελῶς ἀπηρνήσαντο· οἱ δὲ ὁμολογοῦσι μὲν ἐνανθρωπῆσαι τὸν Θεὸν Λόγον, σῶμα δὲ μόνον ἀνειληφέναι. Οἱ δὲ, ἔμψυχον μὲν καλοῦσι τὴν ληφθεῖσαν σάρκα, οὐ τὴν λογικὴν δὲ καὶ νοερὰν ἐν ταύτῃ γεγενῆσθαι ψυχήν· ἴσως τὴν οἰκείαν ἄνοιαν τούτου τεκμήριον ἔχοντες. Ἡμεῖς δὲ ἀνθρώπου ψυ χὴν οὐδεμίαν ἴσμεν ἑτέραν, ἢ τὴν λογικὴν καὶ ἀθά νατον. Ἀλλὰ τοὺς μὲν ἄλλους ἅπαντας ἐπὶ τοῦ παρ όντος καταλίπωμεν· οὐ γὰρ δύναται κατὰ πάντων ὁ λόγος κατὰ ταὐτὸν ἀφιέναι τῶν ἐλέγχων τὰ βέλη ὡς ἐν παρατάξει. Τοιγαροῦν τὰ μὲν ἄλλα πάντα στί φη τῶν δυσσεβῶν ἡσυχίαν ἀγέτω, τῶν δὲ τῇ τοῦ Θεοῦ 83.561 προνοίᾳ πολεμούντων εἰς μέσον ἀγαγόντες τὴν φά λαγγα, ῥήξωμέν τε αὐτὴν τοῖς ἐλέγχοις, καὶ διασπά σωμεν, καὶ τὴν πυκνότητα διαλύσωμεν, καὶ δορυ αλώτους ἀγάγωμεν, καὶ ἑλκύσωμεν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ὁ δὲ λοιπὸς τῶν δυσσεβούν των ὅμιλος, θεωρῶν τάξιν ἐχέτω, καὶ τὸν ἀγῶνα θεα σάσθω. Εἰκὸς γὰρ κἀκείνων ἕκαστον τῶν ταγμά των συμπλοκῆς ἰδίας μὴ δεηθῆναι, ἀλλ' αὐτομολῆσαι πρὸς τὴν ἀλήθειαν, τὴν τούτων ἧτταν θεασαμένους, καὶ λογισαμένους τῆς ἀληθείας τὴν δύναμιν. Ἀλλὰ γὰρ ἴσως μέλλων ὁ λόγος, καὶ σχολαιότερον ὁδεύων, ἀποκναίσει καὶ τοὺς νῦν ἀκροωμένους, καὶ τοὺς ὕστε ρον ἐντευξομένους. Περιθέμενοι τοιγαροῦν τὴν πανοπλίαν τοῦ πνεύματος, τὸν θώρακα