1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

16

γὰρ αἰσθάνῃ τῶν δωρεῶν, ἀλλὰ μέμηνας καὶ λυττᾷς κατὰ τῆς οὕτω προμηθου μένης σου σοφίας. Καὶ ὁ μὲν κύων ἐπιγινώσκει τὸν τρέφοντα, καὶ παρόντι προσεδρεύει, καὶ ἀπόντα ποθεῖ, καὶ ἐπανιόντι δείκνυσι τὴν ἡδονὴν, χαλῶν τὰ ὦτα, καὶ τὴν κέρκον σείων, καὶ τὴν ὑποταγὴν ση μαίνων, καὶ τὴν δουλείαν ὁμολογῶν, καὶ τὴν εὐερ γεσίαν παραδηλῶν, καὶ ταῦτα ἀλογίᾳ δουλεύων, καὶ λόγου παντὸς ἐστερημένος, τῷ δὲ χρόνῳ, καὶ τῷ ἔθει, καὶ συχναῖς εὐεργεσίαις, ἀγνῶτος καὶ γνωρίμου, καὶ φίλου καὶ ἐπιβούλου τὸ διάφορον μανθάνων. Σὺ δὲ, λόγου μετέχων, καὶ νοῦν ἡγεμόνα λαβὼν, τὸν ὑπόπτερον, τὸν καὶ τῶν ὁρωμένων ἁπάντων ὀξύτε ρον. Ἥλιος μὲν γὰρ ἐν ἡμέρᾳ μιᾷ τῆς οἰκουμένης διατρέχει τὸν δίαυλον, ὁ δὲ, ἅμα τε νεύει καὶ τὴν οἰκουμένην περινοστεῖ, καὶ τῶν οὐρανῶν ἐφ ικνεῖται τῇ φαντασίᾳ, καὶ τούτους ὑπερβαίνει, καὶ Θεὸν ὡς δύναται κατοπτρίζεται, καὶ τῶν ἀγγέλων τὰς ἀπείρους θεωρεῖ μυριάδας, καὶ τῶν ἀρχαγγέλων 83.600 τὰς χιλιάδας, πολυπραγμονεῖ τὰ ὑπὸ γῆν, ἐπέκεινα τούτων ὑπερβαίνειν φιλονεικεῖ μὲν, οὐ δύναται δέ· ὅρον γὰρ ἔχει τῆς φαντασίας ἃ μεμάθηκεν εἶναι. Τοῦτον ἔχων ἡγεμόνα, καὶ κυβερνήτην, καὶ ἡνίοχον, τῶν θείων δωρεῶν οὐκ αἰσθάνῃ· οὐ λογίζῃ τῶν εὐερ γεσιῶν τὸ πλῆθος, ἀλλ' ἐπιμένεις ἀχαριστῶν· καὶ τοσούτων σοι διδασκάλων προκειμένων, μαθεῖν οὐκ ἐθέλεις τὰ τῆς Προνοίας στοιχεῖα. Ὅρα μή σε παν τελῶς ἀτημέλητον καταλίπῃ, καὶ τῇ πείρᾳ μάθῃς προνοίας, καὶ κηδεμονίας, καὶ ἐρημίας διαφοράν. ∆εῦρο τοιγαροῦν, ὦ φιλότης, ἐφ' ἕτερόν σε μεταγά γωμεν τοῦ σώματος μέρος. Βλέπε δή μοι τὴν ῥάχιν, ἀπὸ μὲν τοῦ πλατέος ὀστοῦ τοῖς γλουτοῖς ἐπικειμένου τὴν ἀρχὴν ἔχουσαν, μέχρι δὲ τραχήλου διήκουσαν, καὶ κίονι παραπλησίως στεγανῷ, καὶ ἐκ σπονδύλων πολλῶν συγκειμένῳ, τήν τε κοιλίαν φέρουσαν, καὶ ὤμους, καὶ χεῖρας, καὶ αὐχένα, καὶ κεφαλήν. Ἐπειδὴ γὰρ οὐδὲν ἔξωθεν ὀστοῦν ὁ Ποιητὴς τῇ κοιλίᾳ περιτέθεικεν, ἵνα τὴν τροφὴν ὑποδεχομένη εὐρύνηται ῥᾳδίως, καὶ τὸν ἀρ κοῦντα τοῖς σιτίοις ὄγκον ἐργάζηται, ὄπισθεν αὐτὴν ἡ ῥάχις ὑπερείδει. Ἐκ πλειόνων δὲ αὐτὴν ὀστῶν ὁ Ποιητὴς συνέθηκεν, ὅπως καὶ κάμπτηται ῥᾳδίως, κύπτειν τοῦ ζώου βουλομένου, καὶ τῇ κάμψει μὴ θρύπτηται. Τρέφει δὲ ταύτην ὁ νωτιαῖος μυελὸς, πηγὴν τὸν ἐγκέφαλον ἔχων. Τί με δεῖ λέγειν περὶ χειρῶν, ὧν τὴν χρείαν αἱ παντοδαπαὶ κηρύττουσι τέχναι; Ἀλλ' ἐκείνων τὴν μνήμην ἐν τῷ μετὰ ταῦτα ποιησόμεθα λόγῳ· οὐκοῦν καὶ τῆς τῶν χειρῶν χρείας τὴν ἐξήγησιν ἐκείνῳ φυλάξωμεν. Ἀνάβηθι τοίνυν ἐπὶ τὸν τράχηλον, καὶ θεώρησον τὴν τούτου διάπλασιν· καὶ ἀναμνήσθητί μοι τῶν κιόνων, τῶν κά τωθεν ἄνω διατετρημένων, καὶ πολλὰς τοιαύτας δια τρήσεις ἐχόντων, καὶ μίαν μέσην μεγίστην, δι' ἧς οἱ τῶν ὑδάτων ὀχετοὶ πλεῖστον μὲν ἀνάγουσιν ὕδωρ, διανέμοντες δὲ τοῦτο, κατιέναι διὰ τῶν ἄλλων παρα κελεύονται, καὶ τὸ μὲν εἰς τὸ νότιον μέρος τῆς πό λεως παραπέμπουσι, τὸ δὲ εἰς τὸ ἑῷον, ἄλλο δὲ εἰς τὸ ἑσπέριον, ἕτερον δὲ εἰς τὸ βόρειον. Ταύτην ὁ τρά χηλος τὴν χρείαν παρέχει τῷ σώματι. Μιμεῖται γὰρ, ὡς ἔφην ἤδη, τὴν φύσιν ἡ τέχνη, καὶ ἐξομοιοῖ τὰ οἰκεῖα μηχανήματα τοῖς ἐκείνης ποιήμασιν. Ὁ τράχηλος τοιγαροῦν ἔχει μὲν τοῦ στομάχου τὸ στόμα, παραπέμπει δὲ τῇ γαστρὶ τὰ σιτία καὶ ποτά. Ἔχει δὲ τὴν τραχεῖαν ἀρτηρίαν ἀπὸ τοῦ πνεύμονος μέχρι τοῦ λάρυγγος ἀφικνουμένην· ἔχει δὲ καὶ τὰς φλέβας, καὶ τὰς λείας ἀρτηρίας, δι' ὧν ὁ ἐγκέφαλος δέχεται μὲν αἷμα καὶ πνεῦμα· τρεφόμενος δὲ καὶ αὐξόμενος, διὰ τῶν συμπεφυκότων ὀστῶν τὸν νωτιαῖον μυελὸν παραπέμπει τῇ ῥάχει· ἀφ' οὗ τρέφεται μὲν ἅπασα 83.601 τῶν ὀστῶν ἡ φύσις, ἀποφύεται δὲ νεῦρα τὰ ἰσχυρό τατα, τά τε παχέα καὶ τὰ λεπτὰ, τά τε πλατέα καὶ τὰ στρογγύλα, δι' ὧν τά τε ἄρθρα δεσμεῖται, καὶ οἱ μύες τὴν κινητικὴν ἐνέργειαν δέχονται. Ἐπειδὴ δὲ εἰς αὐτὴν ἥκομεν τὴν κεφαλὴν, βλέπε αὐτὴν ὥσπερ ἀκρόπολίν τινα τῆς τοῦ σώματος πόλεως ἐν ὕψει