1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

6

ἡμῶν αὐτῶν ἐπιμελώμεθα, καὶ πρὸς τὴν ἀποδημίαν ἑτοίμους παρέχωμεν. ∆ιαδεχομένη τοιγαρ οῦν ἡ νὺξ τὴν ἡμέραν, μέτρον γίνεται τοῦ χρόνου, καὶ τοῦτο ἑπτάκις γιγνόμενον τὴν ἑβδομάδα ποιεῖ. Τοῦ δὲ μηνὸς ἐκ τῆς σελήνης τὸ μέτρον λαμβάνομεν· ἐντεῦθεν γὰρ καὶ τῆς προσηγορίας μετέλαχε· μήνην γὰρ ὀνομάζουσι τὴν σελήνην. Αὕτη γὰρ αὐξουμένη καὶ φθίνουσα, καὶ μηνοειδὴς γιγνομένη, καὶ διχότο μος, ἀμφίκυρτός τε καὶ πλησιφαὴς, καὶ πάλιν εἰς τὸ ἀμφίκυρτον μεταβαίνουσα σχῆμα, εἶτα ἐκεῖθεν εἰς τὸ διχότομον, καὶ εἰς τὸ μηνοειδὲς, αὖθις τὸν τῶν τριάκοντα ἡμερῶν ὀλίγων ὡρῶν δεόμενον ἀριθμὸν πληροῖ. Τὸν ἐνιαύσιον δὲ κύκλον, οὐκ ἐκ τῶν μηνῶν μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἡμερῶν διδασκόμεθα. Ἔαρος γὰρ ὑπολάμποντος, μέσον τὸν οὐρανὸν ὁδεύων ὁ ἥλιος, ἡμέρᾳ καὶ νυκτὶ τὴν ἰσότητα πραγματεύεται. Ἐκεῖθεν τὰ βορειότερα τῶν ἑῴων καταλαμβάνων, κἀκεῖθεν ἀνίσχων, σμικρύνει μὲν τὰς νύκτας, αὔξει δὲ τὰς ἡμέρας· θερμότερος δὲ τῇ γῇ προσβάλλων, τοὺς ταύτης πεπαίνει καρπούς. Μέχρι δὲ τῶν εἰωθό των ὅρων ὁδεύσας, ἐπάνεισιν ἀπὸ τῶν ἀρκτῴων ἐπὶ τὰ νότια, καὶ πάλιν ἐν τῷ μετοπώρῳ νυκτὶ καὶ ἡμέρᾳ τὴν ἰσότητα πρυτανεύσας, νοτιώτερος γίνεται, καὶ ταῖς μὲν νυξὶν ἀποδίδωσιν, ἅπερ αὐτῶν λαβὼν δέδωκε ταῖς ἡμέραις· παραχωρεῖ δὲ τῷ ἀέρι πυ κνοῦσθαι, καὶ νεφῶν πληροῦσθαι, καὶ πᾶσαν ἄρδειν τὴν ἤπειρον. Ἐκεῖθεν ἐπὶ τὴν ἰσημερινὴν ἐπανιὼν τροπὴν, πληροῖ τὸν ἐνιαύσιον κύκλον. Ἐπειδὴ τοίνυν εἶδες ἡλίου καὶ σελήνης τὴν χρείαν, καὶ νυκτὸς καὶ 83.572 ἡμέρας τὰς ἰσομέτρους διαδοχὰς, καὶ τὴν ἐντεῦθεν τοῖς ἀνθρώποις προσφερομένην ὠφέλειαν, βλέπει μοι καὶ τῶν ὡρῶν τοῦ ἔτους τὴν τερπνοτάτην καὶ χρειωδε στάτην χορείαν. Οὔτε γὰρ διχῆ τὸν ἐνιαύσιον κύκλον ἐμέρισεν ὁ Ποιητὴς, οὔτε θέρος ἡμῖν ἁπλῶς δέδωκε καὶ χειμῶνα, οὐδὲ ἀπὸ τῶν ἄκρων ἀμέσως ἐπὶ τὰ ἄκρα μεταβαίνομεν, ἀλλὰ τὸ ἔαρ καὶ τὸ μετόπωρον μέσην λαχόντα τὴν κρᾶσιν, τοῦ κρυμοῦ καὶ τοῦ φλογμοῦ μέσα γίγνεται. Καὶ τὸν ἄκρως ὑγρὸν καὶ ψυχρὸν χειμῶνα, οὐ τὸ ἄκρως ξηρὸν καὶ θερμὸν δια δέχεται θέρος, ἀλλὰ τὸ ἔαρ, ὃ καὶ τῆς τούτου μετέχον θερμότητος, καὶ τῆς ἐκείνου ψυχρότητος, μίξιν ἀρίστην τῶν ἀφεστηκότων ἐργάζεται, καὶ οἷόν τισι χερσὶ τῶν ἐναντίων ἐπειλημμένον, τῇ μὲν ψυχρότητι τοῦ χειμῶνος, τῇ δὲ θερμότητι τοῦ θέρους, εἰς σύμβασιν ἄγει καὶ φιλίαν τὰ κομιδῇ πολέμια. ∆ιὰ τοῦτο ἀπὸ τοῦ χειμῶνος ἐπὶ τὸ θέρος ὁδεύοντες, ἀλύπως ὁδεύομεν. Κατὰ βραχὺ γὰρ τῆς τούτου ψυ χρότητος ἀφιστάμενοι, καὶ τῇ ἐκείνου θερμότητι πλησιάζοντες, οὐδεμίαν βλάβην ἐκ τῆς ἀθρόας μετα βολῆς ὑφιστάμεθα. Οὕτως ἀπὸ τοῦ θέρους ἐπὶ τὸν χειμῶνα μεταβαίνομεν, μέσου πάλιν τοῦ μετοπώρου γιγνομένου, καὶ οὐκ ἐῶντος ἡμᾶς εὐθὺς τοῖς ἄκρως πάλιν ἐναντίοις προσψαῦσαι, ἀλλὰ κεραννύντος τὴν ἄκραν θερμότητα τῇ ἄκρᾳ ψυχρότητι, καὶ κρᾶσιν ἑτέραν ἐργαζομένου, καὶ κατὰ σμικρὸν ἡμᾶς ἐπ' ἐκεῖνο ξεναγωγοῦντος τὸ ἄκρον. Τοσαύτη περὶ ἡμᾶς ἡ τοῦ πεποιηκότος κηδεμονία. Οὕτω καὶ ἐν ταῖς τῶν ὡρῶν μεταβολαῖς, οὐ μόνον ἡμῖν τὸ ἄλυπον, ἀλλὰ καὶ τὸ τερπνὸν πραγματεύεται. Καὶ ἴσως ἄν τις τῶν ἀχαρίστων τοῖς εὖ καὶ καλῶς γεγενημένοις, καὶ σοφῶς καὶ συμφερόντως οἰκονο μουμένοις ἐπιμεμφόμενος εἴποι· Τί δήποτε αἱ τρο παὶ γίγνονται; Ποίαν δὲ χρείαν ἡμῖν αἱ τῶν ὡρῶν μεταβάσεις ποιοῦσι; ποίων δὲ ἀγαθῶν, ὦ σοφώτατε καὶ δεινότατε τῆς Προνοίας κατήγορε, οὐ διὰ τούτων τυγχάνομεν; Ἀρχομένου μὲν γὰρ χειμῶνος, σπέρ ματα καταβάλλομεν, ὁ δὲ ταύτην ἡμᾶς διδάξας τὴν τέχνην, τρέφει ταῦτα, ὕων ἐκ νεφῶν, καὶ τὸ θαλάτ τιον ὕδωρ ἀνέλκων τῷ λόγῳ, καὶ μετέωρον ἄγων, καὶ τὴν ἁλμυρὰν ἐκείνην εἰς γλυκεῖαν μεταβάλλων ποιό τητα, καὶ τὰς ψεκάδας διακρίνων, καὶ νῦν μὲν σμι κρὰς ἀφιεὶς, νῦν δὲ μεγάλας καὶ κρουνηδὸν φερομέ νας, καὶ οἷόν τινι κοσκίνῳ διαιρῶν τῶν νεφῶν τὰς ὠδῖνας. ∆ιὰ τοῦτο ἡ χειμέριος ὥρα, ἵνα σε τὸν ἀχά ριστον διαθρέψῃ, ἵνα σοι τῷ ἀγνώμονι παράσχῃ