1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

46

ἐτάχθησαν, οἱ δὲ τοῖς ἄρχουσιν ὑπακούειν· ἵνα τῶν νόμων ὁ φόβος, καὶ τῶν ἀρχόντων τὸ δέος, τὴν πολλὴν τῆς κακίας καταπαύσῃ φοράν. Ἄρχουσι τοι γαροῦν πόλεων μὲν, ἄρχοντες· κωμῶν δὲ, κηδεμόνες· στρατηγοὶ, στρατείας· καὶ τούτων δὲ κἀκείνων οἱ βασιλεῖς· τῆς νηὸς, ὁ κυβερνήτης· τῶν ἀθλητῶν, οἱ παιδοτρίβαι· ὁ γραμματιστὴς, τῶν μειρακίων· ὁ σκυτοτόμος, τῶν φοιτητῶν· ὁ χαλκοτύπος ὡσαύτως τῶν παρ' αὐτοῦ μαθεῖν βουλομένων τὴν τέχνην. Ἄρχει τοιγαροῦν καὶ τῆς οἰκίας ὁ δεσπότης. Οὔτε γὰρ οἷόν τε δεσπότου δίχα πράττειν καλῶς οἰκίαν· καὶ μαρ τυροῦσιν αἱ τούτων ἐστερημέναι, παντάπασιν ἐρη μούμεναι. Ταύτην τὴν ἡγεμονίαν ἔχουσι καὶ τῶν ἀγγέλων οἱ δῆμοι· διδασκόμεθα γὰρ ὑπὸ τῆς θείας Γραφῆς, ὡς οὐκ ἀγγέλους ἔχει μόνους, ἀλλὰ καὶ ἀρχ αγγέλους οἰκήτορας ὁ ὑπὲρ κεφαλῆς ἡμῶν οὐρανός· καὶ οἱ μὲν προστατεύουσιν, οἱ δὲ ὑπακούουσιν. Εἰ δὲ καὶ τὸ παρανομίας ἐλεύθερον χωρίον, καὶ ἡ σωμάτων καὶ παθῶν ὑπερτέρα φύσις, ταύτην οὐκ ἠρνήθη τὴν τάξιν, ἀλλ' οἱ μὲν εὐπειθῶς ὑπακούουσιν, οἱ δὲ κοσμίως ἡγεμονεύουσι, τί δυσχεραίνεις, ἄνθρωπε, παρ' ἀνθρώποις βλέπων, ἔνθα πολλὴ περὶ τὸ χεῖρον ἡ ῥοπὴ, τὸ ἄρχον καὶ τὸ ἀρχόμενον; Οἷον γάρ τι φάρμακον ἀλεξίκακον τοῖς τῆς ἀνομίας ἕλκεσι, τὴν τῶν ἀρχόντων οἰκονομίαν ὁ Ποιητὴς ἐπιτέθεικεν. Ἄρχει καὶ παίδων πατὴρ, καὶ παιδεύει τοὺς παῖδας ἀκολασταίνοντας, καὶ ἐπ αινεῖ σωφρονοῦντας. Ἄρχει παιδίων ὁ διδάσκαλος, καὶ τῆς ὁμόζυγος ὁ ἀνὴρ, καὶ τῶν οἰκετῶν ὁ δεσπό της, τοὺς μὲν εὐνουστέρους ἀποδεχόμενος, καὶ τι μῆς ἀξιῶν, καὶ θεραπείας, καὶ ἐλευθερίας πολ λάκις· τοὺς δὲ νωθεῖς καὶ κακουργεῖν εἰθισμένους παιδεύων, καὶ καλοκαγαθίαν διδάσκων. Ταύτην τὴν τάξιν καὶ τοῖς ἱερεῦσι δέδωκεν ὁ τῶν ὅλων Θεός· καὶ τοὺς μὲν ἱερωσύνης ἠξίωσεν, τοῖς δὲ τὴν τού των ἡγεμονίαν ἐπίστευσε· καὶ ἄλλα δὲ εἴδη ταγμά των ὑπ' ἐκείνους πεποίηκεν. Εἰ δὲ βλέπων ἐνίους τῶν δεσποτῶν, ἄγαν ὠμοὺς, καὶ λίαν ἀκολάστους, 83.685 καί τινας τῶν ἀρχόντων δώροις ἀπεμπολοῦντας τὸ δίκαιον, προσπταίεις, καὶ τὴν ἀντιλογίαν ὠδίνεις, ἐγώ σου προλαμβάνω τὸν πονηρὸν τῆς διανοίας τό κον, καί φημι, ὡς τοῖς τοιούτοις οὐχ ὁ Θεὸς τὴν ἡγεμονίαν ἐπίστευσεν, ἀλλ' ἡ τῶν ἀρχομένων πονη ρία τὴν τούτων ἀρχὴν ἐπεσπάσατο. Ὄνησιν γὰρ οὐδεμίαν παρὰ τῶν εὖ καὶ καλῶς εἰσηγησαμένων ἑλκῦσαι θελήσαντες, ἀλλὰ τῇ μοχθηρίᾳ τοῦ τρόπου τὴν ἐκείνων διδασκαλίαν ὑβρίσαντες, τῆς θείας ἐπι μελείας σφᾶς αὐτοὺς ἀπεστέρησαν· εἶτα τῆς θείας γυμνωθέντες οἰκονομίας, τῶν τοιούτων ἡγεμόνων ἀπήλαυσαν, ἵνα τῇ πείρᾳ τῶν χειρόνων εἰς μνήμην ἔλθωσι τῶν κρειττόνων, καὶ τῆς καλῆς καὶ ἀγαθῆς ἐκείνων ἀναμνησθῶσι παιδαγωγίας. Εὑρίσκομεν δὲ τὸν τῶν ὅλων Θεὸν, δι' ὑπερβολὴν τῆς τῶν ἀνθρώπων πονηρίας τὰς ἡνίας ἐῶντα πολλάκις καὶ φέρεσθαι τῶν ἀνθρώπων ὡς ἂν θέλωσι συγχωροῦντα τὸ γένος. Καὶ τοῦτο ἡμᾶς αὐτὸς διὰ τοῦ προφήτου διδάσκων, καὶ πρὸς τὸν Ἰσραὴλ ἔλεγε· «Καὶ εἶπον· Οὐ ποι μανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἀπολλύμενον ἀπολλύσθω, καὶ τὰ κατάλοιπα κατ εσθιέτω ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὑτοῦ.» Χρὴ τοιγαροῦν, ἀρχόντων πονηρῶν ἡγουμένων, καὶ δε σποτῶν ὠμῶν καὶ πικρῶν οἰκίας κυβερνώντων, τὸν τῶν ὅλων Πρύτανιν ἱκετεύειν, καὶ τῇ τοῦ βίου με ταβολῇ, καὶ τῇ τῶν τρόπων ἐναλλαγῇ, ἵλεώ τε ποιεῖν, καὶ εἰς ἐπικουρίαν ἐγείρειν, καὶ θερμῶς ἱκετεύειν τὴν τοῦ καιροῦ δυσκολίαν μεταβαλεῖν. Ὅτι γὰρ ὑπακούει ῥᾳδίως τοῖς εἰλικρινῶς ἀντιβο λοῦσιν, ἀγαθός τε ὢν, καὶ ἐλεεῖν πεφυκὼς, μᾶλλον δὲ ἐλέους τυγχάνων πηγὴ, αὐτὸς μάρτυς τοῖς οὕτως ἱκετεύουσιν ὑπισχνούμενος, καὶ λέγων, ὅτι «Καλέ σεις, ἐγὼ δέ σου ὑπακούσομαι· ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι.» Ὅτι δὲ οὐδὲ οἱ λίαν παράνομοι, καὶ δυσσεβείᾳ πάντας ἀποκρύψαι φιλονεική σαντες, οἷόν τε λωβᾶσθαι τοὺς τὸ λογικὸν ἐῤῥωμέ νους, καὶ τῆς εὐσεβείας ὑπάρχοντας ἐραστὰς, διὰ τοῦ μετὰ ταῦτα λόγου, σὺν Θεῷ φάναι,