1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

29

δοῦλά σοι ταῦτα πεποιηκότι. Αὐτός σοι τῶν ἵππων ὑπέταξε τὰς ἀγέλας, καὶ γαυριῶντα τὸν ἵππον λαμβάνων, καὶ φέρειν ἐπιβάτην οὐκ ἐπιστάμενον, τῇ τέχνῃ μεταρυθμίζεις, τοῦ τε θράσους ἐλευθεροῖς, τά τε σκιρτήματα παύεις, καὶ τὸν εἰς ὕψος τεταμένον αὐχένα, καμπυλοειδῶς ἐπικάμπτεις, καὶ κάτω νεύειν παρασκευάζεις τὸ πρόσωπον, καὶ ῥυθμὸν διδάσκεις βαδίσματος, καὶ ὁπλῶν μετάθεσιν εὔτακτον, καὶ δρόμον ὀξὺν ὅταν δέῃ, καὶ χειροήθη τὸν ἀγελαῖον ποιεῖς, καὶ τῆς σῆς ἀνέχεσθαι φωνῆς καὶ χειρὸς ἀναπείθεις. Ἀν έχεταί σου καὶ μαστίγων ὁ πολλῷ σου κρείττων καὶ ῥώμῃ καὶ τάχει. Φέρει σου τὰς ἀπειλὰς, καὶ δέδιε, καὶ δι' ὧν δρᾷ τὴν δουλείαν ὁμολογεῖ. Οὗτός σοι καὶ θηρῶντι συνθηρεύει, καὶ πολεμοῦντι συναγωνίζεται, καὶ κατὰ τῶν ἀντιπάλων μετὰ ῥύμης χωρεῖ. Κἂν φεύγειν ἐθελήσῃς, δειλιῶν μεταβάλλει τὸ θράσος, καὶ τρέπεται, καὶ φεύγει, καὶ σὺν τάχει φερόμενος, τῶν διωκόντων ἐλευθεροῖ. Καὶ οὔτε κατὰ μετώπου φάλαγγος ὁρμᾷν κελευόμενος ἀπειθεῖ, οὔτε δραπε τεύειν ἐπιταττόμενος ἀντιλέγει· ἀλλ' ἕνα οἶδεν ὅρον σωτηρίας, τοῦ ἐπιβάτου τὸν νόμον. Καὶ τί λέγω ἵππον, καὶ ὄνον, καὶ κάμηλον; Ἤδη γάρ σοι καὶ ἐλέφας, τῶν χερσαίων ζώων τὸ μέγιστον, ὑπακούειν ἐθέλει, ὁ καὶ τὰ μέγιστα τῶν δένδρων ἀνασπᾶσαι πρόῤῥιζα τῇ προνομαίᾳ δυνάμενος, καὶ οὐ λογίζεται τὴν ἰσχὺν, οὐκ ἐνθυμεῖται τὴν ῥώμην, οὐχ ὁρᾷ τὸν ὄγκον τοῦ σώματος, ὃς γηλόφους τινὰς τῷ μεγέθει μιμεῖται· ἀλλὰ τῆς σῆς δεσποτείας ἀνέχεται. Καὶ σὺ μὲν καθήμενος ἐπιτάττεις (σὲ γὰρ καλῶ τὴν φύ σιν), ὁ δὲ ποιεῖ τὸ κελευόμενον· κἂν τὸν μισθὸν δὲ τῆς θεωρίας παρὰ τῶν θεωρούντων δέξηται, σοὶ τοῦτον τῇ προνομαίᾳ οἷόν τινι λαβίδι κεχρημένος ὀρέγει. Τοῦτό σοι καὶ πολεμοῦντι συναγωνίζεται, καὶ πολλοὺς τοξότας ἐπὶ τοῦ νώτου δεχόμενον, οἷον ἀπό τινος πύργου βάλλειν τοὺς ἐναντίους παρασκευά ζει, καὶ ταῖς φάλαγξιν ἐπιὸν, δεδίττεται καὶ ῥή γνυσι ῥᾳδίως, καὶ τοὺς ὁπλίτας σκεδάννυσι. Μὴ τοί νυν δυσχεραίνῃς μικρὸν ἔχων τὸ σῶμα, ἀλλὰ σκόπη σον ἡλίκα τούτῳ ζῶα δουλεύειν ἀνέχεται, καὶ τὸν ὑποτάξαντα προθύμως ἀνύμνησον, καὶ δι' αὐτὸ δὲ τοῦτο χάριν ὁμολόγησον τῷ Ποιητῇ. Τῆς γὰρ ψυχι κῆς σου προμηθούμενος σωτηρίας, μέγα σοι λίαν οὐ περιτέθεικε σῶμα, ἵνα μὴ κατ' ἄμφω πλεονεκτῶν, εἰς τὴν διαβολικὴν ἀλαζονείαν ἐκπέσῃς. Εἰ γὰρ καὶ 83.637 μικροῦ σου τοῦ σώματος ὄντος, μέμηνας καὶ λυττᾷς κατὰ τοῦ κτίσαντος, τί οὐκ ἂν ἔδρασας, εἰ καὶ τοῦτο τὸ μέγεθος ἔλαβες; Νῦν δὲ, ἡ μὲν βραχύτης διδάσκει σε σωφρονεῖν, καὶ γνωρίζειν τὸν Ποιητήν· τοῦ δὲ λόγου τὸ δῶρον, τὸ βραχὺ παραμυθεῖται τοῦ σώμα τος· διὰ τούτου γὰρ ἄγεις καὶ φέρεις τῶν ἀλόγων τὴν φύσιν, τὰ ποίμνια, τὰ αἰπόλια, τὰ συφόρβια, τῶν ἵππων τὰς ἀγέλας, καμήλους νομάδας ἀχθοφορούσας, τὴν μικτὴν τῶν ὀρνέων καὶ ἡμιόνων φύσιν. Καὶ τὰ μὲν εἰς θοίνην σοι πρόκειται, καὶ πολυτελῆ σοι ποιεῖ τὴν τράπεζαν, καὶ παντοδαπήν σοι πραγ ματεύεται τὴν χλιδὴν, καὶ παντοίων ἐσθημάτων χορηγεῖ σοι τὰς ὕλας· τὰ δὲ, σιτηγεῖ καὶ ξυλο φορεῖ, καὶ τῶν ἄλλων ἀναγκαίων μετακομίζει τὰς χρείας. Κύνες οἱ μὲν συνθηρῶσιν, οἱ δὲ συμποιμαί νουσιν, οἱ δὲ φύλακες γίνονται τῆς οἰκίας· τῇ τούτων ἀγρυπνίᾳ θαῤῥοῦντες οἱ ποιμένες, ὕπνου μεταλαγχά νουσι· τούτους ἔχοντες συνεργοὺς, ὀλίγοι πολλὰ νέ μειν ἀνέχονται πρόβατα· προκινδυνεύειν γὰρ, οὐ μόνον τῶν δεσποτῶν, ἀλλὰ καὶ τῶν προβάτων ἀν έχονται, καὶ τῶν ποιμένων ὑπερμαχοῦσι, καὶ τοῖς λύκοις διαμάχονται προθύμως, καὶ τιτρωσκόμενοι φεύγειν ἀγεννῶς οὐκ ἀνέχονται, τῇ δὲ ὑλακῇ τοὺς ποιμένας εἰς ἐπικουρίαν καλοῦσι. Καὶ ταῦτα ὁ κύων δρᾷ, οὐκ ἔχων λόγον διδάσκαλον, ἀλλὰ φυσικῇ τινι πλεονεξίᾳ κεκοσμημένος. Οὗτος ἰχνεῦσαι θήραν ὑπὸ τοῦ κυνηγέτου κελευόμενος, καὶ τῶν ὀσμῶν ἀντιλαμ βάνεται, καὶ ταύταις οἷον ἴχνεσί τισι κατ' ἀκρίβειαν ἑπόμενος, οὐ πρότερον ἀφίσταται, ἕως οὗ εὕρῃ τὸ θήραμα· εὑρὼν δὲ, καὶ τοῖς ὀδοῦσι καὶ τοῖς ὄνυξι δήσας, οὐ μεταλαμβάνει τῆς θήρας,